Edict of the proconsul Paulus Fabius Maximus and decrees of the Greek cities of Asia concerning the introduction of a common calendar to the province of Asia. Prienian copy. Sacred Hall. Two anta blocks, one of blue limestone, the other of white marble.
[ ]
Ionia — Priene — 9 BC — MDAI(A) 24 (1899) 275-293 — IvPriene (1906) 105 + p. 310 — R.K. Sherk, Roman Documents (1969) 328, 65
| 1 | [Παῦλλος Φάβιος Μάξιμος ἀνθύπατος λέγει· — — — — — — — — — — — —] |
| [․ν̣ παρ]ὰ τῶν πρότ[ερ]ον παρειλ[ήφαμεν — — — — — — — — — — — —ι̣αν̣] | |
| [καὶ τὸ] τῶν θεῶν [ε]ὐμενὲς κα[ὶ — — — — — — ἀπορεῖσθαι — — — — — —] | |
| [πότ]ε̣ρ̣ον ἡδείων ἢ ὠφελ[ιμω]τ[έρα ἐ]στὶν ἡ τοῦ [θειοτάτου Καίσαρος γενέ]- | |
| 5 | [θλι]ο[ς] ἡμέρα, ἣν [τ]ῆι τῶν πά[ντω]ν [ἀ]ρχῆι ἴσηι δικαίω̣[ς ἂν εἶναι ὑπολάβοιμεν], |
| [καὶ] εἰ μὴ τῇ φύσι, τῶι γε χρ[η]σίμ[ωι, ε]ἴ γε οὐδὲ[ν] οὐχὶ̣ δ̣ιαπ̣ε[ῖ]πτο̣[ν καὶ εἰς ἀτυ]- | |
| [χὲ]ς μεταβεβηκὸς σχῆμ[α] ἀ[ν]ώρ[θ]ωσεν, ἑτέραν τε ἔδω[κεν παντὶ τῶι] | |
| [κόσ]μῳ ὄψιν, ἥδιστα ἂν δεξ[α]μ̣[έ]νων φθοράν, εἰ μὴ τὸ κοινὸν [πάντων εὐ]- | |
| [τύ]χ[η]μ̣α ἐπε̣γ̣εννήθηι Κα[ῖσαρ· δ]ι’ [ὃ] ἄν τι[ς] δικαίως ὑπολάβο[ι τοῦτο ἁτῶι] | |
| 10 | ἀρχὴν τοῦ βίου καὶ τῆς ζωῆς [γε]γο[νέν]αι, ὅ ἐστιν πέρας κα[ὶ ὅρος τοῦ με]- |
| ταμέλεσθαι, ὅτι [γ]εγέννη̣[ται· καὶ ἐπε]ὶ οὐδ[ε]μιᾶ[ς] ἂν ἀπὸ ἡμ[έρας εἴς] | |
| [τ]ε τὸ κοινὸν [κ]αὶ εἰς τὸ ἴδιον ἕκαστο[ς] ὄφελος ε̣ὐτυχεστέρα[ς λάβοι] | |
| ἀφορμὰς [ἢ] τῆς πᾶσιν [γε]ν̣ομένης εὐτυχοῦς, σχεδόν τ̣[ε] συ[νβαίνει] | |
| [τ]ὸν αὐτὸν τ[αῖ]ς ἐν Ἀσίᾳ πόλεσιν καιρὸν εἶναι τῆς εἰς̣ τ̣ὴν ἀρχὴ[ν εἰσόδου], | |
| 15 | [δ]ηλονότι κ̣α̣[τά τιν]α θήαν βούλησιν οὕτως [τ]ῆς τάξεως προτε[τυπωμέ]- |
| [νη]ς, ἵνα ἀφορμὴ γένοιτο τῆς εἰς τὸν Σεβαστὸν τειμῆς· καὶ ἐπε[ὶ δύσκο]- | |
| [λο]ν μέν ἐστιν τοῖς τοσούτοις αὐτοῦ εὐεργετήμασιν κατ’ ἴσον ε[ὐχαρισ]- | |
| τ̣εῖν, εἰ μὴ παρ’ ἕκ[ασ]τα [ἐ]πινοήσαιμεν τρόπον τινὰ τῆς ἀμείψε[ως], | |
| ἥ̣δειον δ’ ἂν ἄνθρωπο[ι τ]ὴν κοινὴν πᾶσιν ἡμέραν γενέθλιον ἀγάγ̣[οιεν] | |
| 20 | [ἐ]ὰν προσγένηται αὐτοῖς καὶ ἰδία τις διὰ τὴν ἀρχὴν ἡδον[ή], δοκεῖ μ[οι] |
| [π]ασῶν τῶν πολειτηῶν εἶναι μίαν καὶ τὴν αὐτὴν νέαν νουμηνίαν | |
| τὴν τοῦ θηοτάτου Καίσαρο[ς γ]ενέθλιον, ἐκείνην τε πάντας εἰς τὴν | |
| ἀρχὴν ἐνβαίνειν, ἥτις ἐστ[ὶν πρ]ὸ ἐννέα καλανδῶν Ὀκτωβρίων, ὅπως | |
| καὶ περισσότερον τειμηθῇ π[ρο]σλαβομένη ἔξωθέν τινα θρησκήαν καὶ | |
| 25 | μ̣ᾶλλον πᾶσ[ι]ν γένηται [γ]νώριμος· ἣν οἴομαι καὶ πλείστην εὐχρηστίαν |
| τῆι ἐπαρχήᾳ παρέξεσθαι· ψήφισμα δὲ ὑπὸ τοῦ κοινοῦ τῆς Ἀσ[ί]ας δεή- | |
| σει γραφῆναι πάσας ἐνπε[ριει]λ̣η̣φὸς τὰς ἀρετὰς αὐτοῦ, ἵνα τὸ ἐπινοη- | |
| θὲν ὑφ’ ἡμῶν εἰς τὴν τειμὴν τοῦ Σεβαστοῦ μείνῃ αἰώνιον· προστάξω | |
| [δ]ὲ χαραχθὲν τῇ στήλῃ τὸ ψήφισμα ἐν τῷ να[ῷ] ἀνατεθῆναι, προτά- | |
| 30 | [ξ]ας τὸ διάταγμα ἑκατέρως γραφέν. ἔδοξεν τοῖς ἐπὶ τῆς Ἀσίας |
| Ἕλλη[σι]ν· γνώ[μη] τοῦ ἀρχιερέως Ἀπολ[λ]ωνίου [τοῦ Μηνο]φ̣ί̣λ̣ου Ἀ̣ζ̣α̣[νί]του· | |
| [ἐπεὶ πᾶσαν ἡ διατάξασα τ]ὸν [βίον ἡμῶν πρόνοια σπουδὴν εἰσενενκα]- | |
| [μ]ένη [καὶ] φ[ιλοτιμί]αν τὸ τεληότατο[ν τῷ βίῳ διεκόσμησεν ἀγαθὸν] | |
| ἐνενκαμένη τὸν Σεβαστόν, ὃν εἰς εὐεργε[σίαν ἀνθρώπων ἐκ πάσης ἐπλή]- | |
| 35 | ρωσεν ἀρετῆς, ὅσπερ ἡμεῖν καὶ τοῖς μεθ’ ἡ[μᾶς ἀνθ’ ἑατῆς θεόν, δοῦσα] |
| τὸν παύσαντα μὲν πόλεμον, κοσμήσοντα [δὲ εἰρήνην, ἐν ᾗ καὶ γεννηθεὶς] | |
| [ὁ] Καῖσαρ τὰς ἐλπίδας τῶν προλαβόντων [ἐν ταῖς εὐεργεσίαις ὑπερ]- | |
| έθηκεν οὐ μόνον τοὺς πρὸ αὐτοῦ γεγονότ[ας πᾶσι τοῖς ἀγαθοῖς ὑπερβαλ]- | |
| λόμενος, ἀλλ’ οὐδ’ ἐν τοῖς ἐσομένοις ἐλπίδ[α τῆς συνκρίσεως ἀπολείπων], | |
| 40 | ἦρξεν δὲ τῶι κόσμωι τῶν δι’ αὐτὸν εὐανγελί[ων ἡ γενέθλιος ἡμέρα] |
| τοῦ θεοῦ, τῆς δὲ Ἀσίας ἐψηφισμένης ἐν Σμύρνῃ [ἐπὶ ἀνθυπάτου] | |
| Λευκίου Ουολκακίου Τύλλου, γραμματεύοντος Παπ[ίου Διοσιερίτου], | |
| τῷ μεγίστας γ’ εἰς τὸν θεὸν καθευρέντι τειμὰς εἶναι [στέφανον], | |
| Παῦλλος Φάβιος Μάξιμος ὁ ἀνθύπατος τῆς ἐπαρχήας ε[ὐεργέτης] | |
| 45 | ἀπὸ τῆς ἐκείνου δεξιᾶς καὶ [γ]νώμης ἀπεσταλμένος ξὺν̣ [τοῖς ἄλλοις] |
| οἷς εὐεργέτησεν τὴν ἐπαρχήαν, ὧν εὐεργεσιῶν τὰ μεγέθ̣[η λόγος] | |
| εἰπεῖν οὐδεὶς ἂν ἐφίκοιτο, καὶ τὸ μέχρι νῦν ἀγνοηθὲν ὑπὸ τῶν [Ἑλλή]- | |
| νων εἰς τὴν τοῦ Σεβαστοῦ τειμὴν εὕρετο, τὸ ἀπὸ τῆς ἐκείνου γ[ενέ]- | |
| σεως ἄρχειν τῷ βίῳ τὸν χρόνον, δι’ ὃ τύχῃ ἀγαθῇ καὶ ἐπὶ σωτηρίᾳ δ[εδό]- | |
| 50 | χθαι τοῖς ἐπὶ τῆς Ἀσίας Ἕλλησι· ἄρχειν τὴν νέαν νουμηνίαν πάσα[ις] |
| ταῖς πόλεσιν τῇ πρὸ ἐννέα καλανδῶν Ὀκτωβρίων, ἥτις ἐστὶν γενέ- | |
| θλιος ἡμέρα τοῦ Σεβαστοῦ· ὅπως δὲ ἀεὶ ἥ<δ>ε ἡμέρα στοιχῇ καθ’ ἑκάσ- | |
| την πόλιν, συνχρηματίζε[ι]ν τῇ Ῥωμαϊκῇ καὶ τὴν Ἑλληνικὴν ἡμέραν, | |
| ἄγεσθαι δὲ τὸν πρῶτον μῆνα Καίσαρα, καθὰ καὶ προεψήφισται, ἀρχόμε- | |
| 55 | νον ἀπὸ πρὸ ἐννέα μὲν καλανδῶν Ὀκτωβρίων, γενεθλίου δὲ ἡμέρας |
| Καίσαρος· τὸν δὲ ἐψηφισμένον στέφανον τῷ τὰς μεγίστας εὑρόντ[ι] | |
| τειμὰς ὑπὲρ Καίσαρος δεδό[σ]θαι Μαξίμωι τῶι ἀνθυπάτωι, ὃν καὶ ἀεὶ | |
| ἀναγορεύεσθαι ἐν τῷ γυμνικῷ ἀγῶνι τῶι ἐν Περγάμωι τῶν Ῥω[μα]ίω[ν] | |
| Σεβαστῶν ὅτι «στεφανοῖ [ἡ̣ Ἀσ]ία Παῦλον Φάβιον Μάξιμον εὐ[σεβ]έ[σ]- | |
| 60 | τατα παρευρόντα τὰς εἰς Καίσαρα τειμάς»· ὡσαύτως δὲ ἀνα[γορεύ]ε[σ]- |
| θαι καὶ ἐν τοῖς ἀγομένοις κατὰ πόλιν ἀγῶσιν τῶν Καισαρήω[ν]· | |
| ἀναγραφῆναι δὲ τὸ δελτογράφημα τοῦ ἀνθυπάτου καὶ τὸ ψήφισμα τῆς | |
| Ἀσίας ἐν στήλῃ λευκολίθωι, ἣν καὶ τεθῆναι ἐν τῶι τῆς Ῥώμης καὶ τοῦ | |
| Σεβαστοῦ τεμένει· προνοῆσαι δὲ καὶ τοὺς καθ’ ἕτος ἐκδίκους ὅπως | |
| 65 | ἐν ταῖς ἀφηγουμέναις τῶν διοικήσεων πόλεσιν ἐν στήλαις λευ- |
| κολίθοις ἐνχαραχθῇ τό τε δελτογράφημα τὸ Μαξίμου καὶ τὸ τῆς Ἀσίας | |
| ψήφισμα, αὗταί τε αἱ στῆλαι τεθῶσιν ἐν τοῖς Καισαρήοις. ἀχθήσονται | |
| οἱ μῆνες κατὰ τάδε· Καῖσαρ ἡμερῶν λα, Ἀπελλαῖος ἡμερῶν λ, | |
| Αὐδναῖος ἡμερῶν λα, Περίτιος ἡμερῶν λα, Δύστρος κη, Ξανδικὸς λα, | |
| 70 | Ἀρτεμισιὼν ἡμερῶν λ, Δαίσιος λα, Πάνημος λ, Λῷος λα, Γορπιαῖος λα, |
| Ὑπερβερεταῖος λ· ὁμοῦ ἡμέραι τξε· ἐφ’ ἕτος δὲ διὰ τὴν ἰντερκαλάριον | |
| ὁ Ξανδικὸς ἀχθήσεται ἡμερῶν λβ· ἵνα δὲ ἀπὸ τοῦ νῦν στοιχήσωσιν οἱ | |
| μῆνες καὶ αἱ ἡμέραι, ὁ μὲν νῦν ἐνεστὼς Περίτιος μὴν ἀχθήσεται μέχρι τῆ[ς] | |
| ιδ, τῇ δὲ πρὸ ἐννέα καλανδῶν Φεβρουαρίων ἄξομεν νουμηνίαν μηνὸς | |
| 75 | Δύστρου, καὶ καθ’ ἕκαστον μῆνα ἀρχὴι ἔσται τῆς νουμηνίας ἡ πρὸ ἐννέα |
| καλανδῶν· ἡ δὲ ἐνβόλιμος ἡμέρα ἔσται πάντοτε τῶν ἰντερκαλαρίων κα- | |
| λανδῶν τοῦ Ξανδικοῦ μηνός, δύο ἐτῶν μέσων γεινομένων. | |
| ἔδοξεν τοῖς ἐπὶ τῆς Ἀσίας Ἕλλησιν· γνώμη τοῦ ἀρχιερέως Ἀπολλωνίου τοῦ | |
| Μηνοφίλου Ἀζεανείτου· ἐπεὶ τὴν νέαν νουμηνίαν ἀεὶ δεῖ ἑστάναι τὴν αὐτὴ[ν] | |
| 80 | ἅπασιν τῆς εἰς τὰς ἀρχὰς εἰσόδου κατά τε τὸ Παύλου Φαβίου Μαξίμου τοῦ ἀν- |
| θυπάτου διάταγμα καὶ τὸ τῆς Ἀσία<ς> ψήφισμα, ἐνποδίζεται δὲ ἡ τοῦ χρόνου | |
| τάξις παρὰ τὰς ἐν τοῖς ἀρχαιρεσίοις ἐπικλήσεις, γείνεσθαι τὰ κατὰ τὰ | |
| ἀρχαιρέσια μηνὶ δεκάτῳ, ὡς καὶ ἐν τῷ Κορνηλίωι νόμωι γέγραπται, ἐντὸς | |
| δεκάτης ἱσταμένου. | |
| 85 |