Decree with regulations concerning the cult of Artemis Boulephoros Skiris. Rectangular block of gray marble, broken at the top and bottom.
[ ]
Ionia — Miletos — bef. 234/3 BC? — RA 28 (1874.2) 104-105 — Syll.² 660 — F. Sokolowski, LSAM (1955) 47
See also:
[— — — — — — — — — — — — — — — — — — — — — — —] | |
τ[ῆι θεῶι] κ[εχαρι]σμένω[ς ἕ]ξ̣ει κα[ὶ τῶι] δήμωι συμφερό[ν]- | |
τως καὶ νῦγ καὶ εἰς τὸν ἔπειτε χρόνον συντελοῦντ[ι] | |
τ[ὰ]ς ἀγέρσεις Ἀρτέμιδι Βουληφόρωι Σκιρίδι καθότι Σκιρ[ί]- | |
δαι ἐξηγούμενοι εἰσφέρουσι ἢ καθότι νῦγ γίνεται· ἃ δὲ | |
5 | [ἂ]ν ὁ θεὸς θεσπίσῃ οἱ μὲν θεοπρόποι εἰσαγγειλάτωσαν |
εἰς ἐκκλησίαν, ὁ δὲ δῆμος ἀκούσας βουλευσάσθω, ὅπως | |
πάντα πραχθήσεται ἀκολούθως τῆι τοῦ θεοῦ συμβουλ[ί]- | |
[αι]. θεοπρόποι ηἱρέθησαν Φείδιππος Ποσειδωνίου, | |
[Α]ὐτομήδης Ἐλπήνορος, Λάμπις Λαμπίτου, Λίχας | |
10 | [Ἑρ]μοφάντου. ὁ δῆμος ὁ Μιλησίων ἐρωτᾶι πότε- |
[ρον] τῆι θεῶι κεχαρισμένον ἕξει καὶ τῶι δήμωι συμ- | |
[φε]ρόντως ἔσται καὶ νῦγ καὶ εἰς τὸν ἔπειτα χρόνον | |
[συ]ντελοῦντι τὰς ἀγέρσεις Ἀρτέμιδι Βουλη- | |
[φόρωι Σκιρίδι καθότι Σκιρίδαι ἐξηγοῦνται ἢ καθό]- | |
15 | [τι νῦγ γίνεται. ὁ θεὸς ἔχρησε — — — — — — — —] |