Sacred law pertaining to the sale of the priesthood of Dionysos, and regulations pertaining to the Dionysiac thiasoi.  Two exemplars: (1), two adjoining anta blocks of white marble and (2), a column fragment of white marble (underlined in text).
[ ] Ionia — Miletos — 276/5 BC — AbhBerlin (1908) Anh., Abh. I 22-23 — F. Sokolowski, LSAM (1955) 48
See also:
1 [— — —]Ν․ ὅταν δὲ ἡ ἱέρεια ἐπι[τελέσ]ηι τὰ ἱερὰ ὑπὲρ τῆς πόλ[εω]ς
[πάσης] μὴ ἐξεῖναι ὠμοφάγιον ἐμβαλεῖν μηθενὶ πρότερον
[ἢ ἡ ἱέ]ρεια ὑπὲρ τῆς πόλεως ἐμβάληι, μὴ ἐξεῖναι δὲ μηδὲ
[συν]α̣γαγεῖν τὸν θίασον μηθενὶ πρότερον τοῦ δημοσίου·
5 [ἐὰ]ν δέ τις ἀνὴρ ἢ γυνὴ βούληται θύειν τῶι Διονύσωι,
[πρ]οϊεράσθω ὁπότερον ἂν βούληται ὁ θύων καὶ λαμβανέτω
τὰ γέρη ὁ προϊερώμενος· τὴν δὲ τιμὴν καταβάλλειν ἐν ἔτεσιν
[δέ]κα, δέκατομ μέρος ἔτους ἐκάστου, τὴμ μὲν πρώτην κατα-
[βολὴν] ἐμ μηνὶ Ἀπατουριῶνι τῶι ἐπὶ τοῦ θεοῦ τοῦ μετὰ
10 [Πο]σείδιππον τῆι τετράδι ἱσταμένου, τὰς δὲ λοιπὰς ἐν τοῖς
[ἐχο]μ̣ένοις ἔτεσιν μηνὸς Ἀρτεμισιῶνος τετράδι ἱσταμένου
[— — — — — — — — — — — — — — — — — — — — — — —]
[— —] δὲ τὴν ἱέρειαν γυναῖκας διδόναι ΔΙ̣Ι̣ΙΝΛ[— — — —]
[— — — τ]ὰ̣ δὲ τέλεστρα {καὶ τελεστ} παρέ̣χ[ειν ταῖς]
15 [γυναιξὶν] ἐν τοῖς ὀργί[οις πᾶ]σιν· ἐὰν δέ τις θύειν βούλ̣[ηται]
[τῶ]ι Διονύ[σω]ι γυνή, διδότω γέρη τῆι ἱερείαι σπλάγχνα, νεφ[ρόν],
σκολιόν, ἱερὰμ μοῖραν, γλῶσσαν, σκέλος εἰς κοτυληδόνα [ἐκ]-
[τ]ετμημένον· καὶ ἐάν τις γυνὴ βούληται τελεῖν τῶι Διονύσωι
τῶι Βακχίωι ἐν τῆι πόλει ἢ ἐν τῆι χώραι ἢ ἐν ταῖς νήσοις, [ἀπο]-
20 διδότω τῆι ἱερείαι στατῆρα κατ’ ἐκάστην τριετηρίδα.
τοῖς δὲ Καταγωγίοις κατάγειν τὸν Διόνυσον τοὺς ἱερεῖ[ς]
καὶ τὰς ἱερείας τοῦ [Διονύ]σου το Βακχίου μετὰ τοῦ [ἱερέως]
[κ]αὶ τῆς ἱερείας πρ[ωῒ τ][ς] ἡμέρας μέχρι τῶ̣ — — — — —]
[․․․․․․․ τ]ῆς πόλεως [— — — — — — — — — —α συντελῶσι]
25 [— — — — —]vestigia litt.[— — — — — — — —]
Search Help