Honorific inscription for Satorneila (Saturnina), a priestess of Athena Polias, with oracular text in hexameters. Fragmentary column of gray marble, broken at the top.
[ ]
Ionia — Miletos — early 3rd c. AD? — Chiron 1 (1971) 291-298 — GRBS 14 (1973) 65-73 — SGO 1 (1998) 01/20/03
See also:
| [— — — — — — — — — — τὴν ἀξιολο]- | |
| γωτάτ̣η̣ν̣ [ἀρχιέρεια]ν̣ τ̣ῶν Σεβασ[τῶν], | |
| συνγενίδα συ̣[νκλη]τικῶν καὶ ἀ[σιαρ]- | |
| χῶν Ἀσίας καὶ ἀ[ρχιερ]ειῶν καὶ ἱέρε[ιαν] | |
| διὰ βίου τῆς πρ[ὸ πόλε]ως Πολιάδο[ς Ἀ]- | |
| 5 | θηνᾶς αἱρεθ[εῖσαν] ὑπὸ τοῦ ἀψε̣[υδε]- |
| στάτου θεοῦ Διδ̣[υμέω]ς Ἀπόλλωνος ἐπ̣[ὶ] | |
| σωφροσύνῃ καὶ [σεμν]ότητι ὑπὸ τῶν θ[εί]- | |
| ων αὐτοῦ λογίων καὶ ἐνκωμιασθεῖσαν ο[ὕ]- | |
| τως· vac. ὀψὲ μέν, ὦ ναέται, ζακόρου πέρι Κρατο- | |
| 10 | γενείης / ὀμφῆς μαντιπόλοιο θεοκλυτέ- |
| οντες ἵκεσθε, / ἣ κορυφὴν <ῥ>ήξασα {π} ἐρισώφρο- | |
| νος [οὗ] γενετῆρος / εἰνόπλιον σκι<ρ>τ[ῶσ]α παρ’ ἀθα- | |
| νάτοισι χόρευσεν, / ἔνθεν παντοί[ας ἐφ]έπειν λά- | |
| χεν ἀκροπόληας, ἐσθλὴ {ν} μὲν πο[λίεσ]σι βοηθό- | |
| 15 | ος, ἐν δὲ τέχναισιν / εὐπάλαμος κλ̣[ειτο]ῖσιν ἐπι- |
| στάτις ἐργοπόνοισιν· αὐτοφαν[οῦς κού]ρης γὰρ | |
| ἐχρῆν ἱερηΐδα τειμὴν / θηλυτέρην δέξασθαι | |
| ἀφ’ αἵματος εὐγενετήρων, / ἀλλ’ ἐπὶ αἶσαν ἑλεῖν | |
| γεράων φθάσεν Ἀφρογενείης. / Δη̣[ρι]ᾷ δὲ Κύπρις | |
| 20 | ποτὶ παρθένον Ἀτρυτώνην· / <ἡ> μὲν γὰρ θαλά- |
| μοιο καὶ {οὐκ} ἔστ’ ἀμύητος ἔρωτος, / ἡ δὲ γά- | |
| μοισι τέθηλε καὶ εὐκελάδοις ὑμεναίοις. / | |
| τοίγαρ πειθόμενοι Μοίραις καὶ Παλλάδι | |
| σεμνὴν / Σατορνεῖλαν θέσθε ἱερηφόρον ἀ- | |
| 25 | ρήτειραν. / Μᾶρκοι Αὐρήλιοι Ἑρμείας καὶ |
| Μιννίων οἱ Ἑρμείου τὴν γλυκυτάτην μη- | |
| τέρα. | |
| vacat εὐτυχῶς. ❦ |