Milesian arbitration of a territorial dispute between Messenia and Sparta. Olympia, three-sided base of the Nike of Paionios.
[ ]
Elis — Olympia — 140 BC — IvO 52, II, ll. 29-40 — Syll.³ 683 — S.L. Ager, Interstate Arbitrations (1995) 446, 159
See also:
II.29 | Μιλησίων οἱ πρυτάνεις καὶ οἱ ἡιρημένοι ἐπὶ τῆι φυλακῆι |
30 | Ἠλείων τοῖς ἄρχουσι καὶ τοῖς συνέδροις χαίρειν· παρα- |
γενομένωμ πρὸς ἡμᾶς πρεσβευτῶν παρὰ Μεσσηνίων | |
Μηνοδώρου τοῦ Διονυσίου, Φιλοίτου τοῦ Κρατίου καὶ | |
παρακαλούντων δοῦναι αὐτοῖς ἀντίγραφον πρὸς ὑ- | |
μᾶς τῆς γεγενημένης κρίσεως Μεσσηνίοις τε καὶ | |
35 | Λακεδαιμονίοις κατὰ τὸ δόγμα τῆς συγκλήτου, καὶ τῆς τε |
βουλῆς καὶ τοῦ δήμου συγχωρησάντων τὰ προδεδηλ[ω]μέ- | |
να καὶ ἐπιταξάντων ἡμῖν δοῦναι αὐτοῖς τὴγ κρίσιν, ὑπο- | |
[τ]άξαντες αὐτὴν τῆι ἐπιστολῆι ἐδώκαμεν τοῖς πρεσβευ- | |
[τ]αῖς, ὅπως διακομίσωσιν αὐτὴμ πρὸς ὑμᾶς ἐσφραγισμέ- | |
40 | [νην] τῆι [δημ]οσίαι σφραγῖδι. |