Honorific decree for Eirenias. Eight marble blocks belonging to a round monument; inscription on three blocks.
[ ]
Ionia — Miletos — Yeniköy, north of — 167/6-164 BC — MDAI(I) 15 (1965) 71, 1; 113-117 — SEG 36.1046 — Schenkungen I (1995) 346, 284[E1]
See also:
block I.1 | ἔδοξε τῶι δήμωι· οἱ πρυτάνεις καὶ οἱ εἱρημένοι ἐπὶ τῆς φυλακῆς εἶπαν· ἐπει- |
δὴ Εἰρηνίας Εἰρηνίου τὴν καλλίστην διὰ παντὸς ὑπὲρ τῶν συμφερόντων τῆι | |
πόλει ποιούμενος ἐκτένειαν καὶ ἀεί τι τῶν πρὸς ἐπιφάνειαν καὶ δόξαν ἀνηκόν- | |
των συγκατασκευάζων τῆι πατ<ρ>ίδι, ἐντυχὼν δὲ καὶ βασιλεῖ Εὐμένει κατὰ τὴν δο- | |
5 | θεῖσαν ὑπὸ τοῦ πλήθους αὐτῶι συνχώρησιν καὶ διὰ τῆς ἰδίας συστάσεως |
προτρεψάμενος αὐτὸν δοῦναι τῆι πόλει δωρεὰν πυρῶν μεδίμνων μυριά- | |
δας δεκαὲξ εἰς κατασκευὴν γυμνασίου καὶ ξύλωσιν εἰς τὰ δεδηλωμένα | |
τὴν ἱκανήν, τοῦ δὲ δήμου ψηφισαμένου τὰς ἁρμοζούσας ἐπὶ τοῖς προειρη- | |
μένοις τιμὰς τῷ βασιλεῖ καὶ πρεσβευτὴν ἐξαποστείλαντος Εἰρηνίαν δια- | |
10 | λεγεὶς μετὰ πάσης φιλοτιμίας καὶ παραστησάμενος αὐτὸν προσεπαυ- |
ξῆσαί τε τὰ κατὰ τὴν ἐπαγγελίαν καὶ τὰς δαπάνας τὰς εἰς τὴν συν- | |
τέλειαν τῶν τιμῶν ἀναδέξασθαι παρ’ αὑτοῦ ὥστε τὴν μὲν τοῦ πλή- | |
θους εἰς τοὺς εὐεργέτας εὐχαριστίαν φανερὰν πᾶσιν καταστῆσαι, τὰς | |
δὲ εἰς τὰ δεδηλωμένα χορηγίας ἐκ τῶν τοῦ βασιλέως ὑπηρετηθῆ- | |
15 | ναι, καλὴν καὶ συνφέρουσαν οὐ μόνον ἐπὶ τοῦ καθήκοντος, ἀλλὰ |
{²ca. 7 lines missing}² | |
block II+III.1 | Ἀντιόχου καὶ παραστησάμενος αὐτὴν εἰς τὸ λαβεῖν παρὰ τοῦ ἀδελφοῦ |
βασιλέως Ἀντιόχου ἀτέλειαν τῶι δήμωι πάντων τῶν ἐκ τῆς Μιλησίας εἰσ- | |
αγομένων γενημάτων εἰς τὴν βασιλείαν, ὥστε διὰ τῆς γεγενημένης | |
συγχωρήσεως ἔνδοξον μὲν τὴν δωρεὰν εἰς ἅπαντα τὸν χρόνον γεγονέναι, | |
5 | πρὸς ἐπαύξησιν δὲ ἀνήκουσαν τῶν τε τῆς πόλεως καὶ τῶν ἑκάστου τῶν |
ἰδιωτῶν προσόδων, καὶ ἐν ἅπασιν καὶ λόγωι καὶ ἔργωι σπεύδων ὑπὲρ τῆς | |
πατρίδος καθότι προσήκει τὸν ἀγαθὸν πολίτην· | |
ὅπως οὖν καὶ ὁ δῆμος τὰς ἁρμοζούσας ἀπονέμων φαίνηται τιμὰς τοῖς καλοῖς | |
καὶ ἀγαθοῖς τῶν ἀνδρῶν καὶ τῆς εἰς τὸ πλῆθος φιλοδοξίας καὶ εὐνοίας τὰς | |
10 | μεγίστας ἀποδείξεις διὰ πληόνων πε<π>οιημένοις δι’ αὐτῶν τῶν ἔργων |
περὶ τῶν ἐνδοξοτάτων ἀγωνισταῖς γινομένοις· δεδόχθαι Μειλησίοις | |
Εἰρηνίαν μὲν ἐπῃνῆσθαι ἐπὶ τούτοις καὶ εἶναι ἐν ἐπιμελείαι παρὰ τῆι | |
βουλῆι καὶ τῶι δήμῳ, στῆσαι δὲ αὐτοῦ καὶ εἰκόνα χρυσῆν ἐν ὧι ἂν ὁ | |
δῆμος ἀποδείξῃ τόπωι· τῆς δὲ τιμῆς ἐπικυρωθείσης ἐν τῶι δικαστηρίωι | |
15 | [— — — — — — — ποιήσασθαι τὴν ἀναγ]γελίαν τοὺς μὲν ἀγωνοθέ- |
[τας — — — — — — — — — — — τοὺς δὲ] βασιλεῖς Διονυσίων ἐν τῆι κατὰ | |
[— — — πανηγύρει?, τοὺς δὲ ἀνατάκτας] ἐξελεῖν τὸ ἱκανὸν διάφο- | |
[ρον — — — — — — — — — — — — — —]νος· ἑλέσθαι δὲ καὶ ἐπιστάτας | |
[τρεῖς? οἵτινες ἐπιμελήσονται τῆς το]ῦ ἀνδριάντος συντελείας | |
20 | [— — — — — — — — — — — — — — ἀναγ]ράψαι τὸ ψήφισμα |
[τόδε εἰς τὴν βάσιν τῆς εἰκόνος]. |