Funerary epigram for Konallis.  Block of gray marble.
[ ] Ionia — Miletos — late 4th c. BC — Hermes 86 (1958) 117, 1 — SEG 17.501 — P.A. Hansen, CEG 2 (1989) 686
See also:
1 αἰαῖ, σεῖο, Κοναλλίς, ἀποφθιμένης ἀκάχηνται
  μάτηρ θ’ ἁ μελέα κουρίδιός τε πόσις·
πᾶσά τε συγγενέων πληθὺς ἁδινὸν στεναχίζει,
  δρυπτόμενοι χαῖτας τοῦδε πάροιθε τάφου·
5 ἦ γὰρ δαδαλά τε ἔργα χεροῖν καὶ σώφρονα κόσμον
  ἤσκησας, μῶμος δ’ οὔτις ἐπῆν ἐπὶ σοί.
Search Help
Contact Us