Funerary epigram for Konallis. Block of gray marble.
[ ]
Ionia — Miletos — late 4th c. BC — Hermes 86 (1958) 117, 1 — SEG 17.501 — P.A. Hansen, CEG 2 (1989) 686
See also:
1 | αἰαῖ, σεῖο, Κοναλλίς, ἀποφθιμένης ἀκάχηνται |
μάτηρ θ’ ἁ μελέα κουρίδιός τε πόσις· | |
πᾶσά τε συγγενέων πληθὺς ἁδινὸν στεναχίζει, | |
δρυπτόμενοι χαῖτας τοῦδε πάροιθε τάφου· | |
5 | ἦ γὰρ δαίδαλά τε ἔργα χεροῖν καὶ σώφρονα κόσμον |
ἤσκησας, μῶμος δ’ οὔτις ἐπῆν ἐπὶ σοί. |