[ ]
Att. — stoich. 60-65 — post 236/5 — IG II² 1299 Add. (pt. 1.2 p. 672)
See also:
1 | — — — — — — — — — —ε— — — — — —ο̣— — — — — — — — — — — — |
[— ἀνέγκλητον ἑαυτὸν παρ]ασκε[υ]ά[ζων] κ[α]ὶ ἀδ[ωροδόκητον — — — — — — —] | |
[— — — — — ἀνθ’ ὧν ὁ δῆμο]ς ἐστεφάνωσεν χ[ρυσῶι στεφάνωι — — — — — —] | |
— — — — — — — — — — διατελεῖ ἀκόλουθα [πράττων — — — — — — —] | |
5 | — — — — — — — — — — — τῶν φρουρίων ὅπως — — — — — — — — — |
[— — — — — — — ἐπαι]νῶνται καὶ στεφανῶν[ται — — — — — — — — — —] | |
[— — — — — — — φ]ρούρια 〚ι〛, παρεσκευάσα̣το δὲ [ὅπως — — — — — — — —] | |
[— — — — — — ἐ]ξ ἑτοίμου κατὰ μῆνα μηθενὸς ἐ[λα]ττῶνται τῶν λο — — — — | |
[— — — —· ἔθυσεν] δὲ καὶ τοῖς Ἁλώιοις τῆι τε Δήμητρι καὶ τῆι Κόρει καὶ τοῖς [ἄλ]- | |
10 | [λοις θεοῖς οἷ]ς πάτριον ἦν ὑπέρ τε τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τοῦ βασιλέως [Δη]- |
[μητρίου κ]αὶ τῆς βασιλίσσης [Φθίας] καὶ τῶ̣ν ἐγγόνων αὐτῶν· v παρεκάλεσεν δὲ | |
[καὶ τοὺ]ς πολίτας ἅπα[ντας] ἐπὶ τὴν θυσίαν, οἰόμενος δεῖν τῶν ἀγαθῶν τῶν γεγ[ο]- | |
[νό]των ἐν τοῖς ἱεροῖς [μ]ετασχεῖν, ἀναλώσας ἐκ τῶν ἰδίων, ἀποδεικνύμενος κα[ὶ ἐ]- | |
ν τούτοις τὴν εὔνοιαν ἣν ἔχων διατελεῖ πρὸς τοὺς ἑαυτοῦ πολίτας· v ἐπαγγ[έλ]- | |
15 | λεται δὲ καὶ εἰς τὰ λοιπά, εἰς ἃ ἂν αὐτὸν ὁ δῆμος καθιστεῖ ἢ οἱ τεταγμένοι τ[ῶν] |
πολιτῶν ἐν τοῖς φρουρίοις παρακαλῶσιν, ἄξιον ἑαυτὸν παρέξειν τῆς τε το[ῦ δή]- | |
μου χειροτονίας καὶ τῶν ἐν τοῖς πρότερον χρόνοις πεπραγμένων· v ἵνα οὖ[ν φαί]- | |
νωνται καὶ οἱ τεταγμένοι τῶν πολιτῶν ἐν τοῖς φρουρίοις χάριτας ἀξίας [ἀπο]- | |
[δι]δόντες τοῖς εἰς ἑαυτοὺς φιλοτιμουμένοις καὶ τὸν δῆμον τὸν Ἀθηναίω[ν], | |
20 | [ἀγ]αθεῖ τύχει δεδόχθαι τοῖς τεταγμένοις τῶν πολιτῶν Ἐλευσῖνι καὶ ἐμ [Πανά]- |
[κτω]ι καὶ ἐπὶ Φυλεῖ καὶ τοῖς στρατιώταις τοῖς παρὰ τεῖ πόλει στρατευομ[ένοις] | |
[καὶ] τεταγμένοις Ἐλευσῖνι, τὰ μὲν ἀγαθὰ δέχεσθαι, ἅ φησιν γεγονέναι ἐν το[ῖς ἱε]- | |
[ροῖ]ς οἷς ἔθυεν τῆι τε Δήμητρι καὶ τεῖ Κόρει καὶ τοῖς ἄλλοις θεοῖς οἷς πάτριο[ν] | |
[ἦν], ἐπαινέσαι δὲ τὸν στρατηγὸν Ἀριστοφάνην Ἀριστομένου Λευκονοέα καὶ σ[τε]- | |
25 | [φα]νῶσαι αὐτὸν χρυσῶι στεφάνωι κατὰ τὸν νόμον. v ὅπως ἂν δὲ εἰδῶσιν ἅπαντες [ὅτι] |
[το]ῖς φιλοτιμουμένοις εἰς τοὺς τεταγμένους τῶν πολιτῶν ἐν τοῖς φρουρίοι[ς κα]- | |
[ὶ] χάριτας ἀξίας ἀποδιδόασιν τῶν εὐεργεσιῶν, v ποιήσασθαι αὐτοῦ εἰκόνα χ[αλ]- | |
[κῆ]ν καὶ στῆσαι ἐν Ἐλευσῖνι ἐν τῆι αὐλεῖ τοῦ ἱεροῦ· v ἀνειπεῖν δὲ τὸν στέφαν[ον] | |
[κα]ὶ τὴν ἀνάθεσιν τῆς εἰκόνος Ἁλώιων τε τῶι πατρίωι ἀγῶνι καὶ ἐμ Πανάκτω[ι Ἀπα]- | |
30 | [το]υρίων τῆι θυσίαι καὶ ἐπὶ Φυλεῖ ὅταν γίνηται ἡ θυσία τῆι Ἀρτέμιδι τῆι [Ἀγροτέ]- |
[ρα]ι καὶ Διονυσίων τῶν ἐν ἄστει τραγωιδῶν τῶι καινῶι ἀγῶνι ὅταν πρῶτο[ν ὁ δῆμος] | |
[συ]ντελεῖ τὰ Διονύσια, ποιήσασθαι δὲ τὴν ἀναγόρευσιν τήνδε· v οἱ τεταγ[μένοι Ἀθη]- | |
[να]ίων ὑπὸ τοῦ δήμου ἐν Ἐλευσῖνι καὶ ἐμ Πανάκτωι καὶ ἐπὶ Φυλεῖ στεφανο[ῦσι τὸν] | |
στρατηγὸν Ἀριστοφάνην Ἀριστομένου Λευκονοέα χρυσῶι στεφάνωι κα[τὰ τὸν νόμ]- | |
35 | [ο]ν καὶ εἰκόνι χαλκεῖ ἀρετῆς ἕνεκα καὶ εὐνοίας ἣν ἔχων διατελεῖ εἴς [τε τὸν δῆμ]- |
[ον] τὸν Ἀθηναίων καὶ τὸν βασιλέα Δημήτριον καὶ τοὺς ἐγγόνους αὐτοῦ [καὶ δικαιο]- | |
[σύ]νης τῆς εἰς ἑαυτούς· ἵνα δὲ καὶ συντελεσθεῖ τὰ δεδογμένα τὴν ταχίσ[την, ἑλέσ]- | |
[θ]αι πέντε μὲν ἄνδρας τοὺς Ἐλευσῖνι τεταγμένους, πέντε τοὺς ἐμ Πανά[κτωι, ἕνα δὲ] | |
[τ]ῶν ἐπὶ Φυλεῖ· v τοὺς δὲ αἱρεθέντας ποιεῖσθαι τὴν ἔγδοσιν τῆς εἰκόνο[ς τὴν ταχίσ]- | |
40 | [τη]ν· εἰς δὲ τὸ γενόμενον ἀνάλωμα παρανγελλέτω̣σαν οἱ αἱρεθέντες το[ῖς ἐν Ἐλευ]- |
[σῖ]νι τεταγμένοις τῶμ πολιτῶν καὶ τοῖς ἐμ Πανάκτωι καὶ ἐπὶ Φυλεῖ καὶ το[ῖς ξένοις] | |
[τοῖ]ς μετὰ Γνωσίου τεταγμένοις εἰσφέρειν ὅ τι ἂν αὐτοῖς ἐγλογιζομένο[ις φαίνη]- | |
τ̣αι· ὅπως ἂν δὲ εἰδῶσιν οἱ παραγινόμενοι εἰς Ἐλευσῖνα τήν τε τοῦ στρατ[ηγοῦ] | |
Ἀριστοφάνου εὔνοιαν καὶ τὴν τῶν ἀνατεθηκότων εὐχαριστίαν, v ἀναγρ[άψαι τόδε] | |
45 | [τ]ὸ ψήφισμα ἐν στήλει λιθίνει καὶ στῆσαι παρὰ τὴν εἰκόνα, τῆ[ς] δὲ ἀναγ[ραφῆς καὶ] |
τῆς ποιήσεως τῆς στήλης καὶ τῆς ἀναγορεύσεως τοῦ στεφάνου v ἐπιμε[ληθῆναι] | |
τοὺς αἱρεθέντας ἐπὶ τὴν ποίησιν τῆς εἰκόνος· v εἶναι δὲ αὐτοῖς ἐπ̣ι[μεληθεῖσι] | |
καὶ οἰκονομ[ή]σασιν ὀρθῶ̣ς καὶ δικαίως ἅπαντα vvvvv καὶ ἀποδοῦσ[ι τοὺς λογισμοὺς] | |
ἐπαινεθῆναι καὶ στεφανωθῆναι κοινεῖ τε ὑπὸ ἁπάντων καὶ ἰδί[αι ὑπὸ τῶν τεταγ]- | |
50 | μένων. |
50a | vacat 0.015 |
51 | Θεόδοτος Δημοκράτου Ἐλευσίνιος εἶπεν· v ἐπειδὴ Ἀριστοφάνης [ἔν τε τῶι πρό]- |
σθεν χρόνωι πολλὰς καὶ μεγάλας χρείας παρέσχηται τῶι δήμωι τ[ῶι Ἀθηναίων], | |
γυμνασίαρχός τε χειροτονηθεὶς ὅτε τὸ πρῶτον ὁ δῆμος συνετέλ[εσε — — — —] | |
α πρόεστη τε τοῦ γυμνασίου καλῶς καὶ εὐσχημόνως πάντα πράττω[ν ἀκόλουθα το]- | |
55 | [ῖ]ς τε νόμοις καὶ τοῖς τοῦ δήμου ψηφίσμασιν, v φύλαρχός τε χειρ[οτονηθεὶς ἐν] |
ταύτει τῆι ἐπιμελείαι ἀπεδείξατο τὴν ἑαυτοῦ φιλοτιμίαν, [καὶ μετὰ ταῦτα ἐ]- | |
πὶ Λυσίου ἄρχοντος ἐν ὧι ἐνιαυτῶι ὁ πόλεμος ἐνέστη διετέλε[σεν ἐν τῆι τῶν —] | |
δίων ἐπιμελείαι οὔτε τὴν τοῦ ἑαυτοῦ σώματος ἀσφάλειαν οὔτ’ [ἄλλο οὐθὲν πρόσ]- | |
θεν τιθέμενος τοῦ τῆι πατρίδι συμφέροντος, v κατασταθεί[ς τε στρατηγὸς ἐπ’ Ἐλ]- | |
60 | [ε]υσῖνος εἰς τὸν ἐπὶ Κίμωνος ἐνιαυτὸν ἐπεμελήθη τῆς τε τῶν [φρουρίων φυλακῆς] |
καὶ τῶν ἄλλων ὧν αὐτῶι προσέταττον οἵ τε νόμοι καὶ τὰ ψηφίσ[ματα τοῦ δήμου, καὶ] | |
ἐπὶ πᾶσι τούτοις ἐπείνεκε καὶ ἐστεφάνωκεν αὐτὸν ὁ δῆμος [οὐθὲν ἐλλείποντα] | |
σπουδῆς πρὸς τὴν πόλιν, v ἐπήινεκε δὲ καὶ ὁ δῆμος ὁ Ἐλευσιν[ίων καὶ ἐστεφάνωκε]· | |
χειροτονηθείς τε τὸ δεύτερον στρατηγὸς ἐπ’ Ἐλευσῖνος ε[ἰς τὸν ἐπὶ Ἐκφάντου ἐ]- | |
65 | νιαυτὸν v ἐπεμελήθη τῆς τε τῶν τειχῶν ἐπισκευῆς καὶ τῆς [φυλακῆς τῶν φρουρίων] |
Ἐλευσῖνος καὶ Πανάκτου καὶ Φυλῆς· v ἐπεμελήθη δὲ καὶ ὅπω[ς ἐκ τῆς χώρας οἱ σῖ]- | |
τοι μετ’ ἀσφαλείας εἰσενεχθῶσιν· v διατελεῖ δὲ καὶ ἰδίαι [τοῖς ἐντυγχάνουσιν] | |
χρείας παρεχόμενος εἰς ἃς ἂν αὐτὸν παρακαλῆι, v πολλοῖς [τε τῶν Ἐλευσινίων] | |
ἐν τῶι πολέμωι γέγονεν αἴτιος τῆς σωτηρίας· ὅπως ἂν οὖν π[άντες οἱ αἱρεθέντες] | |
70 | ἐπ’ Ἐλευσῖνος στρατηγοὶ φιλοτιμῶνται πάντα τὰ συμφέροντ[α πράττοντες ἀποδεί]- |
[κ]νυσθαι τὴν ἑαυτῶν σπουδὴν καὶ νῦν καὶ εἰς τὸ λοιπὸν εἰδ[ότες ὅτι οὐ μόνον ὑπὸ] | |
[τ]οῦ δήμου τοῦ Ἀθηναίων τιμηθήσονται ἀλλὰ καὶ παρὰ τοῦ δ[ήμου τοῦ Ἐλευσινίων] | |
[κ]ομιοῦνται χάριτας ὧν προσήκει τυνχάνειν τοὺς ἀγαθο[ὺς πολίτας, ἀγαθῆι τύ]- | |
[χ]ηι, δεδόχθαι Ἐλευσινίοις, ἐπαινέσαι Ἀριστοφάνη[ν] Ἀρι[στομένου Λευκονοέα] | |
75 | καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι κατὰ τὸν νόμον ε[ὐνοίας ἕνεκα καὶ φιλο]- |
[τιμ]ίας τῆς εἰς τὸν δῆμον τὸν Ἀθηναίων καὶ τὸν δῆμον τ[ὸν Ἐλευσινίων· καὶ ἀνει]- | |
[πεῖ]ν τὸν στέφανον τοῦτον [Ἁλώιων τῶι πα]τρίωι ἀγῶ[νι. ἀναγράψαι δὲ τὸ ψήφισμα] | |
[τόδε] ἐν στήλει λιθίνει κ[αὶ στῆσαι ἐν τεῖ α]ὐλε[ῖ τ]ο[ῦ ἱεροῦ· τῆς δὲ ἀναγορεύσεως] | |
[τοῦ στε]φάνου καὶ τῆς [ποιήσεως καὶ] στάσεως τῆς στή[λης ἐπιμεληθῆναι τὸν δήμ]- | |
80 | αρχον καὶ τοὺς ἱερο[μνήμ]ονας. |
οἵδε εἱρέθησαν ἐπὶ τὴν ἀνάθεσιν τ[ῆς εἰκόνος]· | |
col. I.82 | Ἡφαιστόδωρος Λευκονοιεύς |
Ἀρχίας Ἀνακαιεύς | |
Διογένης Κόπρειος | |
85 | Ξενοφῶν Κικυννεύς |
Μυννίσκος Περγασῆθεν | |
Ἀριστίων Φυλάσιος | |
Χαιρίων Ὑβάδης | |
Ἀντιφάνης Εὐωνυμεύς | |
90 | Ἱερώνυμος Πόριος |
Πυθόδωρος Τειθράσιος | |
Κηφισόδοτος Ἀραφήνιος | |
καὶ οἵδε ξένων συνανέθηκαν | |
ἡγεμών· | |
95 | Γνωσίας Φωκεύς |
Ἐχέτιμος Φωκεύς | |
Γέλων Μακεδών | |
Ἁγησίπολις Κρής | |
Πολύξενος Κρής | |
100 | Καλλίγειτος Μεγαρεύς |
Ζωΐλος Θετταλός | |
Ἀγάθων Λύκιος | |
Ξενόφιλος Μακεδών | |
Ἀριστόδαμος Μεγαλοπολίτης | |
105 | Νικοκλῆς Φωκεύς |
Μενεκλῆς Ἀργεῖος | |
Νικάνωρ Μακεδών | |
Ἀριστόδαμος Κρής | |
Νικασίων Κρής | |
110 | Πυραιμένης Ἀργεῖος |
Ἀγασίας Θετταλός | |
Ἀπολλώνιος Αἰτωλός | |
Καλλίδαμος Φωκεύς | |
Ἀλέξων Ὀπούντιος | |
115 | Ἀπολλόδωρος Πλαταιεύς |
Λύσων Φωκεύς | |
Θεόδωρος Ἀχαιός | |
vacat 0.045 | |
col. II.82 | Ἀνδρ — — — — — |
Πασ — — — — — | |
Νικ — — — — — | |
85 | Ἡρα — — — — — |
Μοσ — — — — — | |
Ἡρ — — — — — | |
Ἀρχ — — — — — | |
Ἐργ — — — — — | |
90 | Μεν — — — — — |
Ναυ — — — — — | |
Λαμ̣ — — — — — | |
Μεν — — — — — | |
Ἐρ — — — — — | |
95 | Δι — — — — — |
Κτ — — — — — | |
Νικ — — — — — | |
Νικ — — — — — | |
Θε[ο — — — — —] | |
100 | Ἀρ — — — — — |
Σω — — — — — | |
Κ — — — — — | |
Α — — — — — | |
Φ — — — — — | |
105 | Δ — — — — — |