IG II² 1299
[ ] Att. — stoich. 60-65 — post 236/5 — IG II² 1299 Add. (pt. 1.2 p. 672)
1 — — — — — — — — — —ε— — — — — —ο̣— — — — — — — — — — — —
[— ἀνέγκλητον ἑαυτὸν παρ]ασκε[υ][ζων] κ[α]ὶ ἀδ[ωροδόκητον — — — — — — —]
[— — — — — ἀνθ’ ὧν ὁ δῆμο]ς ἐστεφάνωσεν χ[ρυσῶι στεφάνωι — — — — — —]
— — — — — — — — — — διατελεῖ ἀκόλουθα [πράττων — — — — — — —]
5 — — — — — — — — — — — τῶν φρουρίων ὅπως — — — — — — — — —
[— — — — — — — ἐπαι]νῶνται καὶ στεφανῶν[ται — — — — — — — — — —]
[— — — — — — — φ]ρούρια 〚ι〛, παρεσκευάσα̣το δὲ [ὅπως — — — — — — — —]
[— — — — — — ἐ]ξ ἑτοίμου κατὰ μῆνα μηθενὸς ἐ[λα]ττῶνται τῶν λο — — — —
[— — — —· ἔθυσεν] δὲ καὶ τοῖς Ἁλώιοις τῆι τε Δήμητρι καὶ τῆι Κόρει καὶ τοῖς [ἄλ]-
10 [λοις θεοῖς οἷ]ς πάτριον ἦν ὑπέρ τε τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τοῦ βασιλέως [Δη]-
[μητρίου κ]αὶ τῆς βασιλίσσης [Φθίας] καὶ τῶ̣ν ἐγγόνων αὐτῶν· v παρεκάλεσεν δὲ
[καὶ τοὺ]ς πολίτας ἅπα[ντας] ἐπὶ τὴν θυσίαν, οἰόμενος δεῖν τῶν ἀγαθῶν τῶν γεγ[ο]-
[νό]των ἐν τοῖς ἱεροῖς [μ]ετασχεῖν, ἀναλώσας ἐκ τῶν ἰδίων, ἀποδεικνύμενος κα[ὶ ἐ]-
ν τούτοις τὴν εὔνοιαν ἣν ἔχων διατελεῖ πρὸς τοὺς ἑαυτοῦ πολίτας· v ἐπαγγ[έλ]-
15 λεται δὲ καὶ εἰς τὰ λοιπά, εἰς ἃ ἂν αὐτὸν ὁ δῆμος καθιστεῖ ἢ οἱ τεταγμένοι τ[ῶν]
πολιτῶν ἐν τοῖς φρουρίοις παρακαλῶσιν, ἄξιον ἑαυτὸν παρέξειν τῆς τε το[ῦ δή]-
μου χειροτονίας καὶ τῶν ἐν τοῖς πρότερον χρόνοις πεπραγμένων· v ἵνα οὖ[ν φαί]-
νωνται καὶ οἱ τεταγμένοι τῶν πολιτῶν ἐν τοῖς φρουρίοις χάριτας ἀξίας [ἀπο]-
[δι]δόντες τοῖς εἰς ἑαυτοὺς φιλοτιμουμένοις καὶ τὸν δῆμον τὸν Ἀθηναίω[ν],
20 [ἀγ]αθεῖ τύχει δεδόχθαι τοῖς τεταγμένοις τῶν πολιτῶν Ἐλευσῖνι καὶ ἐμ [Πανά]-
[κτω]ι καὶ ἐπὶ Φυλεῖ καὶ τοῖς στρατιώταις τοῖς παρὰ τεῖ πόλει στρατευομ[ένοις]
[καὶ] τεταγμένοις Ἐλευσῖνι, τὰ μὲν ἀγαθὰ δέχεσθαι, ἅ φησιν γεγονέναι ἐν το[ῖς ἱε]-
[ροῖ]ς οἷς ἔθυεν τῆι τε Δήμητρι καὶ τεῖ Κόρει καὶ τοῖς ἄλλοις θεοῖς οἷς πάτριο[ν]
[ἦν], ἐπαινέσαι δὲ τὸν στρατηγὸν Ἀριστοφάνην Ἀριστομένου Λευκονοέα καὶ σ[τε]-
25 [φα]νῶσαι αὐτὸν χρυσῶι στεφάνωι κατὰ τὸν νόμον. v ὅπως ἂν δὲ εἰδῶσιν ἅπαντες [ὅτι]
[το]ῖς φιλοτιμουμένοις εἰς τοὺς τεταγμένους τῶν πολιτῶν ἐν τοῖς φρουρίοι[ς κα]-
[ὶ] χάριτας ἀξίας ἀποδιδόασιν τῶν εὐεργεσιῶν, v ποιήσασθαι αὐτοῦ εἰκόνα χ[αλ]-
[κῆ]ν καὶ στῆσαι ἐν Ἐλευσῖνι ἐν τῆι αὐλεῖ τοῦ ἱεροῦ· v ἀνειπεῖν δὲ τὸν στέφαν[ον]
[κα]ὶ τὴν ἀνάθεσιν τῆς εἰκόνος Ἁλώιων τε τῶι πατρίωι ἀγῶνι καὶ ἐμ Πανάκτω[ι Ἀπα]-
30 [το]υρίων τῆι θυσίαι καὶ ἐπὶ Φυλεῖ ὅταν γίνηται ἡ θυσία τῆι Ἀρτέμιδι τῆι [Ἀγροτέ]-
[ρα]ι καὶ Διονυσίων τῶν ἐν ἄστει τραγωιδῶν τῶι καινῶι ἀγῶνι ὅταν πρῶτο[ν ὁ δῆμος]
[συ]ντελεῖ τὰ Διονύσια, ποιήσασθαι δὲ τὴν ἀναγόρευσιν τήνδε· v οἱ τεταγ[μένοι Ἀθη]-
[να]ίων ὑπὸ τοῦ δήμου ἐν Ἐλευσῖνι καὶ ἐμ Πανάκτωι καὶ ἐπὶ Φυλεῖ στεφανο[ῦσι τὸν]
στρατηγὸν Ἀριστοφάνην Ἀριστομένου Λευκονοέα χρυσῶι στεφάνωι κα[τὰ τὸν νόμ]-
35 [ο]ν καὶ εἰκόνι χαλκεῖ ἀρετῆς ἕνεκα καὶ εὐνοίας ἣν ἔχων διατελεῖ εἴς [τε τὸν δῆμ]-
[ον] τὸν Ἀθηναίων καὶ τὸν βασιλέα Δημήτριον καὶ τοὺς ἐγγόνους αὐτοῦ [καὶ δικαιο]-
[σύ]νης τῆς εἰς ἑαυτούς· ἵνα δὲ καὶ συντελεσθεῖ τὰ δεδογμένα τὴν ταχίσ[την, ἑλέσ]-
[θ]αι πέντε μὲν ἄνδρας τοὺς Ἐλευσῖνι τεταγμένους, πέντε τοὺς ἐμ Πανά[κτωι, ἕνα δὲ]
[τ]ῶν ἐπὶ Φυλεῖ· v τοὺς δὲ αἱρεθέντας ποιεῖσθαι τὴν ἔγδοσιν τῆς εἰκόνο[ς τὴν ταχίσ]-
40 [τη]ν· εἰς δὲ τὸ γενόμενον ἀνάλωμα παρανγελλέτω̣σαν οἱ αἱρεθέντες το[ῖς ἐν Ἐλευ]-
[σῖ]νι τεταγμένοις τῶμ πολιτῶν καὶ τοῖς ἐμ Πανάκτωι καὶ ἐπὶ Φυλεῖ καὶ το[ῖς ξένοις]
[τοῖ]ς μετὰ Γνωσίου τεταγμένοις εἰσφέρειν ὅ τι ἂν αὐτοῖς ἐγλογιζομένο[ις φαίνη]-
τ̣αι· ὅπως ἂν δὲ εἰδῶσιν οἱ παραγινόμενοι εἰς Ἐλευσῖνα τήν τε τοῦ στρατ[ηγοῦ]
Ἀριστοφάνου εὔνοιαν καὶ τὴν τῶν ἀνατεθηκότων εὐχαριστίαν, v ἀναγρ[άψαι τόδε]
45 [τ]ὸ ψήφισμα ἐν στήλει λιθίνει καὶ στῆσαι παρὰ τὴν εἰκόνα, τῆ[ς] δὲ ἀναγ[ραφῆς καὶ]
τῆς ποιήσεως τῆς στήλης καὶ τῆς ἀναγορεύσεως τοῦ στεφάνου v ἐπιμε[ληθῆναι]
τοὺς αἱρεθέντας ἐπὶ τὴν ποίησιν τῆς εἰκόνος· v εἶναι δὲ αὐτοῖς ἐπ̣ι[μεληθεῖσι]
καὶ οἰκονομ[ή]σασιν ὀρθῶ̣ς καὶ δικαίως ἅπαντα vvvvv καὶ ἀποδοῦσ[ι τοὺς λογισμοὺς]
ἐπαινεθῆναι καὶ στεφανωθῆναι κοινεῖ τε ὑπὸ ἁπάντων καὶ ἰδί[αι ὑπὸ τῶν τεταγ]-
50 μένων.
50a                                    vacat 0.015
51 Θεόδοτος Δημοκράτου Ἐλευσίνιος εἶπεν· v ἐπειδὴ Ἀριστοφάνης [ἔν τε τῶι πρό]-
σθεν χρόνωι πολλὰς καὶ μεγάλας χρείας παρέσχηται τῶι δήμωι τ[ῶι Ἀθηναίων],
γυμνασίαρχός τε χειροτονηθεὶς ὅτε τὸ πρῶτον ὁ δῆμος συνετέλ[εσε — — — —]
α πρόεστη τε τοῦ γυμνασίου καλῶς καὶ εὐσχημόνως πάντα πράττω[ν ἀκόλουθα το]-
55 [ῖ]ς τε νόμοις καὶ τοῖς τοῦ δήμου ψηφίσμασιν, v φύλαρχός τε χειρ[οτονηθεὶς ἐν]
ταύτει τῆι ἐπιμελείαι ἀπεδείξατο τὴν ἑαυτοῦ φιλοτιμίαν, [καὶ μετὰ ταῦτα ἐ]-
πὶ Λυσίου ἄρχοντος ἐν ὧι ἐνιαυτῶι ὁ πόλεμος ἐνέστη διετέλε[σεν ἐν τῆι τῶν —]
δίων ἐπιμελείαι οὔτε τὴν τοῦ ἑαυτοῦ σώματος ἀσφάλειαν οὔτ’ [ἄλλο οὐθὲν πρόσ]-
θεν τιθέμενος τοῦ τῆι πατρίδι συμφέροντος, v κατασταθεί[ς τε στρατηγὸς ἐπ’ Ἐλ]-
60 [ε]υσῖνος εἰς τὸν ἐπὶ Κίμωνος ἐνιαυτὸν ἐπεμελήθη τῆς τε τῶν [φρουρίων φυλακῆς]
καὶ τῶν ἄλλων ὧν αὐτῶι προσέταττον οἵ τε νόμοι καὶ τὰ ψηφίσ[ματα τοῦ δήμου, καὶ]
ἐπὶ πᾶσι τούτοις ἐπείνεκε καὶ ἐστεφάνωκεν αὐτὸν ὁ δῆμος [οὐθὲν ἐλλείποντα]
σπουδῆς πρὸς τὴν πόλιν, v ἐπήινεκε δὲ καὶ ὁ δῆμος ὁ Ἐλευσιν[ίων καὶ ἐστεφάνωκε]·
χειροτονηθείς τε τὸ δεύτερον στρατηγὸς ἐπ’ Ἐλευσῖνος ε[ἰς τὸν ἐπὶ Ἐκφάντου ἐ]-
65 νιαυτὸν v ἐπεμελήθη τῆς τε τῶν τειχῶν ἐπισκευῆς καὶ τῆς [φυλακῆς τῶν φρουρίων]
Ἐλευσῖνος καὶ Πανάκτου καὶ Φυλῆς· v ἐπεμελήθη δὲ καὶ ὅπω[ς ἐκ τῆς χώρας οἱ σῖ]-
τοι μετ’ ἀσφαλείας εἰσενεχθῶσιν· v διατελεῖ δὲ καὶ ἰδίαι [τοῖς ἐντυγχάνουσιν]
χρείας παρεχόμενος εἰς ἃς ἂν αὐτὸν παρακαλῆι, v πολλοῖς [τε τῶν Ἐλευσινίων]
ἐν τῶι πολέμωι γέγονεν αἴτιος τῆς σωτηρίας· ὅπως ἂν οὖν π[άντες οἱ αἱρεθέντες]
70 ἐπ’ Ἐλευσῖνος στρατηγοὶ φιλοτιμῶνται πάντα τὰ συμφέροντ[α πράττοντες ἀποδεί]-
[κ]νυσθαι τὴν ἑαυτῶν σπουδὴν καὶ νῦν καὶ εἰς τὸ λοιπὸν εἰδ[ότες ὅτι οὐ μόνον ὑπὸ]
[τ]οῦ δήμου τοῦ Ἀθηναίων τιμηθήσονται ἀλλὰ καὶ παρὰ τοῦ δ[ήμου τοῦ Ἐλευσινίων]
[κ]ομιοῦνται χάριτας ὧν προσήκει τυνχάνειν τοὺς ἀγαθο[ὺς πολίτας, ἀγαθῆι τύ]-
[χ]ηι, δεδόχθαι Ἐλευσινίοις, ἐπαινέσαι Ἀριστοφάνη[ν] Ἀρι[στομένου Λευκονοέα]
75 καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι κατὰ τὸν νόμον ε[ὐνοίας ἕνεκα καὶ φιλο]-
[τιμ]ίας τῆς εἰς τὸν δῆμον τὸν Ἀθηναίων καὶ τὸν δῆμον τ[ὸν Ἐλευσινίων· καὶ ἀνει]-
[πεῖ]ν τὸν στέφανον τοῦτον [Ἁλώιων τῶι πα]τρίωι ἀγῶ[νι. ἀναγράψαι δὲ τὸ ψήφισμα]
[τόδε] ἐν στήλει λιθίνει κ[αὶ στῆσαι ἐν τεῖ α]ὐλε[ῖ τ]ο[ῦ ἱεροῦ· τῆς δὲ ἀναγορεύσεως]
[τοῦ στε]φάνου καὶ τῆς [ποιήσεως καὶ] στάσεως τῆς στή[λης ἐπιμεληθῆναι τὸν δήμ]-
80 αρχον καὶ τοὺς ἱερο[μνήμ]ονας.
οἵδε εἱρέθησαν ἐπὶ τὴν ἀνάθεσιν τ[ῆς εἰκόνος]·
col. I.82 Ἡφαιστόδωρος Λευκονοιεύς
Ἀρχίας Ἀνακαιεύς
Διογένης Κόπρειος
85 Ξενοφῶν Κικυννεύς
Μυννίσκος Περγασῆθεν
Ἀριστίων Φυλάσιος
Χαιρίων Ὑβάδης
Ἀντιφάνης Εὐωνυμεύς
90 Ἱερώνυμος Πόριος
Πυθόδωρος Τειθράσιος
Κηφισόδοτος Ἀραφήνιος
καὶ οἵδε ξένων συνανέθηκαν
ἡγεμών·
95 Γνωσίας Φωκεύς
Ἐχέτιμος Φωκεύς
Γέλων Μακεδών
Ἁγησίπολις Κρής
Πολύξενος Κρής
100 Καλλίγειτος Μεγαρεύς
Ζωΐλος Θετταλός
Ἀγάθων Λύκιος
Ξενόφιλος Μακεδών
Ἀριστόδαμος Μεγαλοπολίτης
105 Νικοκλῆς Φωκεύς
Μενεκλῆς Ἀργεῖος
Νικάνωρ Μακεδών
Ἀριστόδαμος Κρής
Νικασίων Κρής
110 Πυραιμένης Ἀργεῖος
Ἀγασίας Θετταλός
Ἀπολλώνιος Αἰτωλός
Καλλίδαμος Φωκεύς
Ἀλέξων Ὀπούντιος
115 Ἀπολλόδωρος Πλαταιεύς
Λύσων Φωκεύς
Θεόδωρος Ἀχαιός
      vacat 0.045
col. II.82 Ἀνδρ — —  — — —
Πασ — —  — — —
Νικ — —  — — —
85 Ἡρα — —  — — —
Μοσ — —  — — —
Ἡρ — —  — — —
Ἀρχ — —  — — —
Ἐργ — —  — — —
90 Μεν — —  — — —
Ναυ — —  — — —
Λαμ̣ — —  — — —
Μεν — —  — — —
Ἐρ — —  — — —
95 Δι — —  — — —
Κτ — —  — — —
Νικ — —  — — —
Νικ — —  — — —
Θε[ο — —  — — —]
100 Ἀρ — —  — — —
Σω — —  — — —
Κ — —  — — —
Α — —  — — —
Φ — —  — — —
105 Δ — —  — — —
Search Help
Contact Us