[ ] Att. — stoich. 36 — c. 237/6
1 θεο[ί].
ἐπὶ Κίμωνος ἄρχοντος, Θαργηλιῶνος· v [ἔδοξ]εν
τῶι κοινῶι· v ἐπειδὴ Σώφρων καλῶς καὶ φ[ιλ]οτί-
μως συνήγαγε τὸν θίασον, ἐπέδωκεν δὲ καὶ στή-
5 λην ὥστε ἀνατεθῆναι εἰς τὸ ἱερὸν βουλόμενο-
ς αὔξειν τὸ κοινὸν ἐκ τῶν ἰδίων· v ὅπως ἂν οὖν ἐ-
φάμιλλον εἶ τοῖς βουλομένοις εὐεργετεῖν τ-
ὸ κοινὸν εἰδόσιν ὅτι κομιοῦνται τὰς χάριτα-
ς· ἀγαθεῖ τύχει, δεδόχθ[α]ι τοῖς θιασώταις στεφ-
10 ανῶσαι τὸν ἀρχερα[ν]ιστὴν Σώφρονα θαλλοῦ στε-
φάνωι καὶ λημ[ν]ίσκωι· v ὅπως ἂν καὶ εἰς τὸ λοιπ-
ὸν οἱ γινόμε[ν]οι ἱεροποιοὶ εἰς τὰς θυσίας ἐπ-
ειδὰν τὰ ἱερὰ ἀπαγγείλωσιν καὶ σπονδὰς ποή-
[σ]ω[σ]ι[ν σ]τεφανούτωσαν αὐτὸν καί ἀναγορευέτ-
15 [ω]σαν· v [ο]ἱ θιασῶται στεφανοῦσι τὸν ἀρχερανι-
στὴν Σώφρονα ἀρετῆς ἕνεκεν καὶ εὐσεβείας τ-
ῆς εἰς τὴν θεόν· ἐὰν δὲ μὴ ἀναγορεύσωσιν, ὀφει-
λέτωσαν τέτταρας δραχμὰς ἱερὰς τῆι θεῶι· v ἀ-
ναγραψάτωσαν δὲ καὶ τὸν στέφανον ἐπὶ τοῦ ἀν-
20 αθήματος· v ἀναγράψαι δὲ καὶ τοὺς θιασώτας πά-
ντας χωρὶς τούς τε ἄνδρας καὶ τὰς γυναῖκας. v
21a          in corona fascia vincta:
22                οἱ θιασῶται
             τὸν ἀρχερανιστὴν
                 Σώφρονα
24a infra coronam:
col. I.25 [Σ]ώφρων
[Εὐ]κλῆς
[Εὐ]τυχίδης
[Σω]τηρίδης
[Κτ]ησίβιος
30 ․․․θης
․․λων
[Εὐτ]υχίδης
[Χα]ρίας
[Ἱερ]ώνυμος
35 [Εὔ]ξενος
[Π]υθοκλῆς
Λυσίστρατος
Ἀρτέμων
Μενέχαρμος
40 Διονύσιος
Κτήσων
Δημήτριος
Σύμμαχος
col. II.25 Δίων
Σωτηρίδης
Χάρης
Φιλόξενος
Ἀγάθων
30 Μῦς
Νίκων
Φίλων
Μένων
Ἔφεσος
35 Κτήσων
Δωριεύς
Δίων
Μενίσκος
Μενεκράτης
40 Πόρος
Δῶρος
Περιγένης
col. III.25 Ὀνύχιον
Ἀπολλωνίς
Εὔπραξις
Εὐτυχίς
Χοιρίνη
30 Ἀριστομάχη
Φίλικον
Ζωπύρα
Ἡδεῖα
Σίπη
35 Χάροπον
col. IV.25 Ἡδίστη
Φίλη
Δορκάς
Σῖμον
Ἰ<ν>δόν
30 Μέλιττα
Λαμίδιον
Ἀφροδισία
Θεοδώρα
Φιλώτιον
44 ἐπὶ ἱερέως Διονυσοδώρου Σημαχίδου.
Search Help
Contact Us