Funerary epigram for Romana.  Sandstone plaque, broken into two parts.
[ ] Pamph. — Side (Eski Adalia-Selimiye) — later 3rd c. AD — ZPE 60 (1985) 117, 1 — SEG 35.1427
left col.1 φασί τινες νεκύων μετὰ πουλὺν ὄχλον βιότοιο ❦
   πωτᾶσθαι ψυχὰς πλατὺν ἠέρα· τοῦτο δὲ μῦθος.
   πάντα γάρ, ὅσσα φέρεις βρώμης χάριν, ἐστὶ κενὴ φλόξ.
   στήλη δ’ εἴ τι λαλεῖ, ∙ σειγῶσα φέρει, τίς ὑπῆρχον,
5    ᾗ  βίοτον πτηνὸν δολίχευσα φόβοισι φιλάνδροις·
   Ῥωμάνα φιλέουσα τρόποις ἴσα Ζωσιμίωνα.
right col.7    οὔτ[ι] γὰρ εἰς εὐνὴν μόνον ἤγαγε μητέρα παίδων,
   ἀλλὰ καὶ εἰ̣ν̣ θυμέλαισι κλυταῖς φέρεν ἀρχιέρειαν
   φάρεσι π[ο]ρφυρεοῖς, ἐπὶ κρατὶ δὲ θήκατο χρυσόν,
10    δῶρο[ν] σωφροσύνης ἀντάξιον. ἣν μετὰ μοῖραν
   τέσσερα καὶ τριάκοντα πόνοισιν ἔτη διαβᾶσαν
   θήκατο̣ Πλουτῆος οὐκ ἐθέλων με δόμοις.
Search Help
Contact Us