Dedication of an altar to Apollo and a Roman emperor, with verse oracles. Altar base of bluish white marble; relief figures on four sides.
[ ]
Pamph. — Side (Eski Adalia-Selimiye) — 251-253 AD — JHS 28 (1908) 190, 20 — SAWW 224.4 (1947) 59-69 — SEG 30.1518; 31.1288
front side.A.1 | [θε]ῷ πατ̣ρ̣ίῳ κτ̣ί̣[στ]ῃ Ἀ̣π̣όλλωνι [καὶ τῷ Σεβαστῷ Μᾶρκος Αὐρή]λιος Ι․[․ια]- |
ν̣ὸ̣ς̣ Σέλευκος καὶ Μᾶρκος Αὐρήλιος Σελευκιανὸς Σέ̣λ̣ε̣υ̣κος τετράκι νέος ὁ | |
υἱὸς βουλευταὶ τὸν βωμὸν κατασκευάσαντες καὶ χρυσώσαντες ἀνέθεσαν | |
σὺν τῇ βάσει, ἀγῶνος ἀγομένου τὸ τρίτον ἱεροῦ οἰκουμενικοῦ ἰσοπυθίου Ἀπολ- | |
5 | λωνίου ἐκεχειρίου εἰσελαστικοῦ εἰς ἅπασαν τὴν οἰκουμένην, ἀγωνοθετούν- |
των μετὰ δημιουργίαν Οὐεττιανοῦ Πομπωνιανοῦ Κλαυδιανοῦ Διογένους ἱππικοῦ | |
καὶ Αὐρηλίου Διφιλιανοῦ Διφίλου ἱππικοῦ, ἀλυταρχοῦντος Δέκμου Ἰουνίου | |
Λικιννίου Τιτιανοῦ υἱοῦ Τιτιανοῦ φιλοδόξου. | |
left side.B.1 | τνθʹ |
οὐ στιλπναῖς ἐσθῆσι κεκασμένος εἴδεαι ἄμ[φι] | |
θηητός, καθαρῇ δὲ νόῳ περιλάμπεαι αἴγλῃ· | |
καί σε θεοὶ τίουσι καὶ ἐκτελέουσιν ἐέλδωρ, | |
5 | ὅττι κεν ἀρήσεο σοφῇ φρενὶ μέτρια εἰδώ[ς]. |
right side.C.1 | σοδʹ |
σὴν ἀρετὴν ἄγνοια περισκέπι ἀμφιβαλοῦσα. | |
αἰδοῖ μειλίχιόν τε καὶ αἰνετὸν ἔργον ἀνύσσαι | |
παντὶ νόῳ μεμ̣α̣ὼς ὑπαλεύ<ε>α̣ι̣· ἀλλὰ θεοῖσιν | |
5 | ε̣ὐ̣αδέν, ὅππ[ως τοῦ]το περιφραδέως σὺ τελέσσῃς. |
front side.D (relief).1 | ἱερὰ Πύθια. |