Dedication of an altar to Apollo and a Roman emperor, with verse oracles.  Altar base of bluish white marble; relief figures on four sides.
[ ] Pamph. — Side (Eski Adalia-Selimiye) — 251-253 AD — JHS 28 (1908) 190, 20 — SAWW 224.4 (1947) 59-69 — SEG 30.1518; 31.1288
front side.A.1 [θε]ῷ πατ̣ρ̣ίῳ κτ̣ί̣[στ]ῃ Ἀ̣π̣όλλωνι [καὶ τῷ Σεβαστῷ Μᾶρκος Αὐρή]λιος Ι․[․ια]-
ν̣ὸ̣ς̣ Σέλευκος καὶ Μᾶρκος Αὐρήλιος Σελευκιανὸς Σέ̣λ̣ε̣υ̣κος τετράκι νέος ὁ
υἱὸς βουλευταὶ τὸν βωμὸν κατασκευάσαντες καὶ χρυσώσαντες ἀνέθεσαν
σὺν τῇ βάσει, ἀγῶνος ἀγομένου τὸ τρίτον ἱεροῦ οἰκουμενικοῦ ἰσοπυθίου Ἀπολ-
5 λωνίου ἐκεχειρίου εἰσελαστικοῦ εἰς ἅπασαν τὴν οἰκουμένην, ἀγωνοθετούν-
των μετὰ δημιουργίαν Οὐεττιανοῦ Πομπωνιανοῦ Κλαυδιανοῦ Διογένους ἱππικοῦ
καὶ Αὐρηλίου Διφιλιανοῦ Διφίλου ἱππικοῦ, ἀλυταρχοῦντος Δέκμου Ἰουνίου
                              Λικιννίου Τιτιανοῦ υἱοῦ Τιτιανοῦ φιλοδόξου.
left side.B.1                                τνθʹ
οὐ στιλπναῖς ἐσθῆσι κεκασμένος εἴδεαι ἄμ[φι]
θηητός, καθαρῇ δὲ νόῳ περιλάμπεαι αἴγλῃ·
καί σε θεοὶ τίουσι καὶ ἐκτελέουσιν ἐέλδωρ,
5 ὅττι κεν ἀρήσεο σοφῇ φρενὶ μέτρια εἰδώ[ς].
right side.C.1                                 σοδʹ
σὴν ἀρετὴν ἄγνοια περισκέπι ἀμφιβαλοῦσα.
αἰδοῖ μειλίχιόν τε καὶ αἰνετὸν ἔργον ἀνύσσαι
παντὶ νόῳ μεμ̣α̣ὼς ὑπαλεύ<ε>α̣ι̣· ἀλλὰ θεοῖσιν
5 ε̣ὐ̣αδέν, ὅππ[ως τοῦ]το περιφραδέως σὺ τελέσσῃς.
front side.D (relief).1 ἱερὰ Πύθια.
Search Help
Contact Us