Honorific inscription with epigram for Bryonianus Lollianus.  Marble statue base. Now missing.
[ ] Pamph. — Side (Eski Adalia-Selimiye) — late 3rd c. AD (sh. aft. 270 AD?) — K. Lanckoroński, Städte 1 (1890) 185, 107 — IGR III 811
1 Βρυωνιανὸν Λολλιανόν, τ[ὸν κράτ(ιστον)]
δουκηνάριον, πρειμιπειλά[ριον, ἀπὸ]
ἐπιτρόπων, συνγενῆ ὑπατικ̣[ῶν, τὸν]
κτίστην καὶ φιλόπατριν, ∙ γ[ερουσία]
5           Μεγαλοπυλειτῶν.
                         vacat
6 νηοῦ Νυμφάων σε παρασχεδὸν ἐστήσα[ντο]
  ἡγεμόνες πυλέων, ∙ Κτίστιε, τῶν μ̣[εγάλων],
τερπόμενον ῥείθροισι διειπετέος πο̣[ταμοῖο]
  θεσπεσίῃ τ’ ἠχῇ ∙ ὕδατος ἀενάου·
10 ὑψηλῇ κραδίῃ γὰρ ἐδείμαο σοῖσι τέλεσσ[ι]
  αὐτῶν ἐκ πηγῶν ∙ ὁλκὸν ἀπε̣ιρέσιον.
                          vacat
12                   εὐτύχι               Κτίστι.  ∙
Search Help
Contact Us