Honorific inscription of the Halentioi for the physician Isidoros.  Tabula ansata of white marble; inscription in a recessed field.
[ ] Kos Isl. — Haleis — Pyli — reign of Augustus — Paton-Hicks (1891) 344 — SGDI III,1 (1895) 3698 — É. Samama, Les médecins (2003) 256, 141
See also:
1 ἐπὶ μο(νάρχου) Ἀντάνορος, ἱερέως δὲ Αὐ-
τοκράτορος Καίσαρος θεοῦ υἱο[ῦ]
Σεβαστοῦ Νεικαγόρα τοῦ Δαλιο-
κλέους, μη(νὸς) Ἀγρ(ιανίου) δι τοὶ κατοικεῦντες
5 ἐν τῶι δάμωι τῶι Ἁλεντίων καὶ το[ὶ]
ἐνεκτημένοι καὶ τοὶ γεωργεῦντε[ς]
ἐν Ἅλεντι καὶ Πέλῃ, τῶν τε πολειτᾶν
καὶ Ῥωμαίων καὶ μετοίκων, ἐτείμασαν
στεφάνῳ χρυσέωι Ἰσίδωρον Νεικάρχο[υ],
10 ἰατρὸν δαμοσιεύοντα, ἀρετᾶς ἕνεκα τᾶς
περὶ τὰν τέχναν καὶ τὸν ἄλλον αὐτοῦ βίο[ν]
καὶ εὐνοίας τᾶς ἐς αὐτός, ἄνδρα πᾶσαν
ἐνδεδειγμένον ποτὶ πάντας εὔνοιαν
καὶ σπουδάν. vac. καθειέρωισαν δὲ τὰν̣
15 στάλαν <π>αρὰ τὰν καθειδρυμέναν εἰ̣-
κόνα τοῦ Σεβαστοῦ vac. δαμαρχεῦν-
τος Νεικομάχου τοῦ Ἀνθίππου
τοῦ β.            vacat
Search Help
Contact Us