Honorific inscription of the Halentioi for the physician Isidoros. Tabula ansata of white marble; inscription in a recessed field.
[ ]
Kos Isl. — Haleis — Pyli — reign of Augustus — Paton-Hicks (1891) 344 — SGDI III,1 (1895) 3698 — É. Samama, Les médecins (2003) 256, 141
See also:
1 | ἐπὶ μο(νάρχου) Ἀντάνορος, ἱερέως δὲ Αὐ- |
τοκράτορος Καίσαρος θεοῦ υἱο[ῦ] | |
Σεβαστοῦ Νεικαγόρα τοῦ Δαλιο- | |
κλέους, μη(νὸς) Ἀγρ(ιανίου) δι τοὶ κατοικεῦντες | |
5 | ἐν τῶι δάμωι τῶι Ἁλεντίων καὶ το[ὶ] |
ἐνεκτημένοι καὶ τοὶ γεωργεῦντε[ς] | |
ἐν Ἅλεντι καὶ Πέλῃ, τῶν τε πολειτᾶν | |
καὶ Ῥωμαίων καὶ μετοίκων, ἐτείμασαν | |
στεφάνῳ χρυσέωι Ἰσίδωρον Νεικάρχο[υ], | |
10 | ἰατρὸν δαμοσιεύοντα, ἀρετᾶς ἕνεκα τᾶς |
περὶ τὰν τέχναν καὶ τὸν ἄλλον αὐτοῦ βίο[ν] | |
καὶ εὐνοίας τᾶς ἐς αὐτός, ἄνδρα πᾶσαν | |
ἐνδεδειγμένον ποτὶ πάντας εὔνοιαν | |
καὶ σπουδάν. vac. καθειέρωισαν δὲ τὰν̣ | |
15 | στάλαν <π>αρὰ τὰν καθειδρυμέναν εἰ̣- |
κόνα τοῦ Σεβαστοῦ vac. δαμαρχεῦν- | |
τος Νεικομάχου τοῦ Ἀνθίππου | |
τοῦ β. vacat |