[ ]
Att. — non-stoich. 25-28 — med. s. III a.
1 | [․․․․ κ]αλῶς — — — — — — — — — — — |
[․ τῶι] κοινῶ[ι — — — — — — — — — ὀ]- | |
[ρθῶ]ς καὶ δικαί[ως διεχείρισε τὸ ἀ]- | |
[ρ]γύριον τ[ὸ] κοινὸ[ν ὃ παρακατέθεν?]- | |
5 | το αὐτῶι οἱ ἐρανιστ[αὶ κατὰ τοὺς νό]- |
μους τοὺς κοινοὺς τ[ῶν ἐρανιστῶ]- | |
ν καὶ τὸν ἔρανον καὶ τ — — — — — — | |
είων ἀνὴρ ἀγαθὸς ὢν καὶ — — — — — — | |
ς κατὰ τὸν ὅρκον ὃν ὤμοσεν [τοῖς ἐ]- | |
10 | ρανισταῖς· ἀγαθεῖ τύχει δεδ[όχθαι] |
τοῖς ἐρανισταῖς, ἐπαινέσαι Α̣[ἰσχυ]- | |
λίωνα Θέωνος ἰσοτελῆ τὸν ταμία- | |
ν καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ σ- | |
τεφάνωι φ[ι]λοτιμίας ἕνεκα καὶ ε- | |
15 | [ὐ]νοίας τῆς εἰς τὸ κοινὸν τῶν ἐρα- |
νιστῶν· ἐπα<ι>νέσαι δὲ καὶ Διονύσιο<ν> | |
τὸν γραμματέα καὶ στεφανῶσαι | |
αὐτὸν θαλλοῦ στεφάνωι φιλοτι[μ]- | |
ίας ἕνεκα κα[ὶ] ε<ὐ>νοίας ἧς ἔχων δι- | |
20 | ατελεῖ εἰς τὸ κοινὸν τῶν ἐρανιστῶν· |
ἐπ[αι]νέσαι δὲ καὶ τοὺς ἐπιμελητ- | |
ὰς καὶ τοὺς ἱεροποιοὺς τῶι Διὶ τῶι | |
Σωτῆρι καὶ τῶι Ἡρακλεῖ καὶ τοῖς Σω- | |
τῆρσιν καὶ στεφανῶσαι ἕκαστον | |
25 | αὐτῶν θα[λλ]οῦ [στ]εφάνωι ἀρετῆ- |
ς ἕνεκα καὶ φι[λοτι]μ[ία]ς τῆς ε[ἰς τὸ] | |
[κ]οινὸ[ν τῶν ἐρανι]στῶν· ἐπι — — — |