IG II² 1291
[ ] Att. — non-stoich. 25-28 — med. s. III a.
1 [․․․․ κ]αλῶς — — — — — — — — — — —
[․ τῶι] κοινῶ[ι — — — — — — — — — ὀ]-
[ρθῶ]ς καὶ δικαί[ως διεχείρισε τὸ ἀ]-
[ρ]γύριον τ[ὸ] κοινὸ[ν ὃ παρακατέθεν?]-
5 το αὐτῶι οἱ ἐρανιστ[αὶ κατὰ τοὺς νό]-
μους τοὺς κοινοὺς τ[ῶν ἐρανιστῶ]-
ν καὶ τὸν ἔρανον καὶ τ — — — — — —
είων ἀνὴρ ἀγαθὸς ὢν καὶ — — — — — —
ς κατὰ τὸν ὅρκον ὃν ὤμοσεν [τοῖς ἐ]-
10 ρανισταῖς· ἀγαθεῖ τύχει δεδ[όχθαι]
τοῖς ἐρανισταῖς, ἐπαινέσαι Α̣[ἰσχυ]-
λίωνα Θέωνος ἰσοτελῆ τὸν ταμία-
ν καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ σ-
τεφάνωι φ[ι]λοτιμίας ἕνεκα καὶ ε-
15 [ὐ]νοίας τῆς εἰς τὸ κοινὸν τῶν ἐρα-
νιστῶν· ἐπα<ι>νέσαι δὲ καὶ Διονύσιο<ν>
τὸν γραμματέα καὶ στεφανῶσαι
αὐτὸν θαλλοῦ στεφάνωι φιλοτι[μ]-
ίας ἕνεκα κα[ὶ] ε<ὐ>νοίας ἧς ἔχων δι-
20 ατελεῖ εἰς τὸ κοινὸν τῶν ἐρανιστῶν·
ἐπ[αι]νέσαι δὲ καὶ τοὺς ἐπιμελητ-
ὰς καὶ τοὺς ἱεροποιοὺς τῶι Διὶ τῶι
Σωτῆρι καὶ τῶι Ἡρακλεῖ καὶ τοῖς Σω-
τῆρσιν καὶ στεφανῶσαι ἕκαστον
25 αὐτῶν θα[λλ]οῦ [στ]εφάνωι ἀρετῆ-
ς ἕνεκα καὶ φι[λοτι]μ[ία]ς τῆς ε[ἰς τὸ]
[κ]οινὸ[ν τῶν ἐρανι]στῶν· ἐπι — — —
Search Help