Honorific inscription for L. Nonnius Aristodamos.  Statue base of white marble.
[ ] Kos Isl. — Kos — aft. 54 AD — A. Maiuri, NSER (1925) 462 — F. Canali de Rossi, ISE III (2002) 154
See also:
1 ἁ βουλὰ καὶ ὁ δᾶμος [ἐτεί]-
μασεν Λούκιον Νών̣[ιον Ἀρισ]-
τοκλέους υἱόν, Κορνηλ̣[ία],
Ἀριστόδαμον, φιλοκαίσαρα, [μο]-
5 ναρχεῦντα καὶ ἐκθύσαντα το[ῖς]
Σεβαστοῖς καὶ τοῖς ἄλλοις θεοῖς [εὐσε]-
βῶς, εὐνόως δὲ καὶ φιλοτείμως ποτ[ε]-
νεχθέντα τᾶι πατρίδι ἱερέα ἐπὶ βίου Τιβερί-
ου Καίσαρος Σεβαστοῦ καὶ Τιβερίου Κλαυ-
10 δίου Καίσαρος Γερμανικοῦ Σεβαστοῦ θε-
οῦ καὶ τοῦ Δάμου, ἱερέα κατὰ γένος Πυθο-
[κ]λείων, ἀγωνοθετήσαντα κατὰ Σεβα[σ]-
τὰ Ἀσκλάπεια μεγάλα, πρεσβεύσαν-
τα πολλάκις δωρεὰν ὑπὲρ τᾶς πατρί-
15 δος ἐς Ῥώμαν ποτὶ τὸς Σεβαστὸς
καὶ τὰν σύνκλητον καὶ ἐς τὰν Ἀσίαν
ποτὶ τὸς ἁγεμόνας, τιμᾶς χάριν
τᾶς ἐς αὐτόν  τὸν δὲ ἀνδριάντα
κατασκευάσαντες ἐκ τῶν ἰδίων ἀνέ-
20 θηκαν Νωνία Λουκίου θυγάτηρ Τερ-
τία τοῦ ἑαυτᾶς θρέψαντος, καὶ Λ̣[ού]-
[κ]ιος Νώνιος Ἔβενος τοῦ ἑαυτ[οῦ πά]-
[τρ]ωνος, εὐσεβίας καὶ εὐχαριστί[ας ἕνεκα].
Search Help
Contact Us