Dedication, with epigram, of a statue of Herakles to Zeus Alseios and Athena Alseia.  Statue base of white marble.
[ ] Kos Isl. — Kos — ca. 200-150 BC — M. Segre, Iscr. di Cos (1993) EV 214, A
1      Φίλιππος̣
    Φιλίππου
παιδονομῶν ὑπ[ὲρ]
τᾶς τῶν παίδων̣
5         ὑγιείας
 καὶ εὐταξίας
 Διὶ Ἀλσείωι καὶ
 Ἀθάναι Ἀλσείαι.
       vacat 0,025
9 ἀρχαγὸν γενεᾶς Ἡρακλέα παισὶ Φίλιππος
10 θήκατο τὸν τέκνων πιστότατον φύλακα,
σωφροσύνας ἕνεκεν παίδων κλεινᾶς θ’ ὑγιείας
Ζανὶ καὶ Ἀλσείᾳ Παλλάδι Τριτογένει·
ἀλλά, γένους ἀρχαγέ, τὸ βάσκανον ὄμμα κακούργων
κοίμισον ὡς λάμπη καλλιθαλὴς ἀγέλαι,
15 τόν τε σαοφροσύνας πρωτεῖα λαχόντα Φίλιππον
αὔξοις, τὸν στοργᾶι πᾶσιν ἴσον πατέρα.
Ἡλιόδωρος Πισιστράτου ἔγραψε.
          vacat 0,20
18 δαμοσιεύοντος
      Δώρου.
Search Help
Contact Us