IG XII,4 1:356
Supplement to an earlier regulation concerning the sale of the priesthood of Demeter.  Upper part of a stele of white marble, broken at the bottom; now missing.
[ ] Kos Isl. — Antimachia — ca. 300-250 BC — Paton-Hicks (1891) 386 — R. Herzog, HGK (1928) 41, 17 — F. Sokolowski, LSCG (1969) 175
See also:
                                   vacat
[κ]α̣τὰ τάδε ταὶ ἱέρειαι ἱερώσθω τᾶι Δάματρι· ἐξῆ̣-
μ̣εν δὲ τοῖς κυρίοις καὶ τᾶμ μὴ παρευσᾶν γυναικῶ[ν]
τῶι χρήζοντι ἐμβάλλεσθαι, αἴ κα ἐν τᾶι χώραι
ἔωντι· τὰς δὲ λαχούσας ὀμοσάσας ἱερῶσθαι· ταῖς
5 δὲ τελευμέναις καὶ ταῖς ἐπινυμφευομέναις ἦμεν
τᾶι δηλομέναι, καθάπερ καὶ πρὶν πωλητὰν γενέσθαι
τὰν ἱερωσύναν συνετάχθη, πέντ’ ὀβολὸς διδούσαις
ἀπολελύσθαι τῶν ἄλλων ἀναλωμάτων πάντων·
παρασκευάξαι δὲ ταῖς τελευμέναις τὰς ἱερῆς τὰ νομι-
10 ζόμενα· ἦμεν δὲ καὶ τῶν γερῶν τῶν θυομένων ταῖς χρηζού̣-
σαις ἀποδόμεν τοῦ μὲν ἐτέλου ἡμιωβέλιον, τοῦ δὲ τελεί[ου]
[ὀβολόν]· τ̣[ο]ῦ̣ δ̣ὲ ἀ̣γερμοῦ καὶ̣ [— —]Γ̣[․]#⁷[— —]ν καὶ γερῶν πάντ[ων]
[— — — — — — — — — — — — — — — — — — ἦ]μ̣εν̣ ἱερὰ ταῖς [․?․]
[— — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us