Foundation of a family cult dedicated to Artemis [-]a, Zeus Hikesios, and the Theoi Patroioi.  Intact stele of white marble.
[ ] Kos Isl. — Isthmos (Kefalos) — ca. 200-150 BC — BSAAlex 40 (1953) 35-62 — SEG 14.529 — F. Sokolowski, LSCG (1969) 171
See also:
1 〚  rasura?  〛 τὸ τέ[μενος τόδε ἔστω] vacat
ἱερὸν Ἀρτέμιτο[ς — — —]ας καὶ Διὸς Ἱκ[ε]-
σίου καὶ Θεῶν πατρώιων· ἀνέθηκε δὲ
Πυθίων Στ̣ασίλα καὶ ἁ ἱέρεια 〚 rasura 〛 παιδ-
5 ίον ὧι ὄνομα Μακαρῖνος ἐλεύθερον ἱε-
ρὸν τᾶς θεοῦ, ὅπως ἐπιμέληται τοῦ ἱερο[ῦ]
καὶ τῶν συνθυόντων πάντων διακονῶν
καὶ ὑπηρετῶν ὅσσωγ κα δῆι ἐν τῶι ἱερῶι·
ἐπιμελέσθω καὶ Μακαρῖνος καὶ τῶν ἄλλων
10 ἱερῶν καὶ βεβάλων καθάπερ καὶ ἐν τᾶι ἱερᾶι δέλ-
τωι γέγραπται, καὶ τῶν λοιπῶν ὧγ καταλεί-
πει Πυθίων καὶ ἁ ἱέρεια· τοῖς δὲ ἐπιμελομέ-
νοις καὶ συναύξουσι τὸ ἱερὸν εὖ αὐτοῖς
εἴη καὶ αὐτοῖς καὶ τέκνοις εἰς τὸν ἀεὶ χρόνον·
15 ἁγνὸν εἰσπορεύεσθαι, τὸ δὲ ἱερὸν ἔστω
τῶν υἱῶν πάντων κοινόν, ἀπὸ λεχοῦς καὶ
ἐγ δια<φθ>ορᾶς ἁμέρας δέκα, ἀπὸ γυναικὸς τρεῖ[ς].
                            vacat 0,105
Search Help