Testamentary foundation of Diomedon for a cult of Herakles Diomedonteios, with later provisions.  Nearly intact pillar of white marble, inscribed three times on four faces.
[ ] Kos Isl. — Kos — end of 4th c. BC (I), ca. 300 BC (II), beg. of 3rd c. BC (III) — Paton-Hicks (1891) 36 — R. Herzog, HGK (1928) 28, 10 — M. Segre, Iscr. di Cos (1993) ED 149
face A, front.I.1 Δ̣[ιομέδων ἀνέθηκ]ε τὸ τ̣έμ̣ε̣νος [τόδε]
Ἡρα̣κλεῖ Δ̣[ιομε]δ̣οντείωι, ἀνέθηκε δ[ὲ]
καὶ τοὺς ξενῶνας τοὺς ἐν τῶι κάπωι
καὶ τὰ οἰκημάτια καὶ <⁶¹Λίβυν>⁶¹ καὶ τὰ ἔγγο-
5 να αὐτοῦ· ἐόντω δὲ ἐλεύθερο̣[ι] ποιοῦντε-
ς τὰ συντεταγμένα· ἐπιμελέσθων δ̣ὲ α-
ὐτῶν το̣ὶ̣ τῶν ἱερῶν κοινωνεῦντες ὅπως̣
ἐλεύθεροι ὄντες διατελέωντι καὶ μηθε̣[ὶ]-
ς̣ αὐτοὺς ἀδικῆι· θυόντω δὲ τὰ ἱερὰ τοὶ ἐγ̣ [Δι]-
10 [ο]μέδον〚δον〛τος {²⁶Διομέδοντος}²⁶ καὶ ἀεὶ τοὶ ἐξ αὐτῶν̣ γε-
ν[ό]μενοι· ἐχέτω δὲ <⁶¹Λίβυς καὶ τοὶ ἐγ Λίβυο>⁶¹-
ς̣ μ̣ι̣σθοῦ τὸν κᾶπον 〚Μ̣          rasura          〛
〚        rasura         〛 ὅσου κα δοκι [κα]λ̣ῶς ἔ-
[χειν, τὸ δὲ μίσθωμ]α̣ ἀποδιδόντω Θευδα̣-
15 [ισίου — — —αι, ὥστ]ε ὑπάρχειν ἐς τὰν θυ-
[σίαν Πεταγειτ]ν̣ύο̣υ ἑκκαιδεκάται κ̣[αὶ]
[ἑπτακαιδεκάται· σ]τρώματα δὲ παρε-
[χόντω — — — — — τῶι] Ἡρακλεῖ καὶ τᾶι
[— — — — — — — — — ἐν τα]ῖ̣ς̣ νευμηνίαις·
20 [καθαιρόντω δὲ καὶ τὰς] ε̣ἰκόνας τὰς τ-
[ῶν προγόνων τῶν Διομέ]δοντος καὶ στ[ε]-
[φανούντω ἑκάσταν αὐ]τ̣[ᾶ]ν ἐπεί κα πανά[γ]-
[υρις ἦι· ἱεράσθω δὲ τοῦ] Ἡρακλεῦς νῦν
[μὲν — — — —, τὸ δὲ λοιπ]ὸ̣ν̣ ἀεὶ ὁ πρεσ<β>ύτ-
25 [ατος τῶν Διομέδοντος ἐγγό]ν̣ω̣ν· θυόντω δὲ
[τῶι Ἡρακλεῖ καὶ Διομέδ]ο̣[ν]τι μόσχον [ἢ]
[— — — — — — τῶι δὲ Διον]ύσωι αἶγα ἢ
[ἔριφον, τᾶι δὲ Ἥραι ἔριφ]ον ἢ αἶγα, τοῖς
[δὲ ἄλλοις θεοῖς πᾶσι, ὧν] τ̣ο̣ὶ βωμοὶ ἐν τ-
30 [ᾶι οἰκίαι — — — — — — —], τᾶι δὲ Ἀφροδί[τ]-
[αι — — — — — — — — —]ΝΓ[․]Ο̣ΤΛΤΕΣ[․]
[— — — — — — — — — αἶγ]α ἢ χοῖρον, τῶι
[δὲ — — — — — — — —· σπονδὰ]ν δ’ ἦμεν
[— — — — — — — — — — — τ]ῶι Ἡρακλ-
35 [εῖ — — — — — — — — — —]ν δὲ ταῖς ἄ[λ]-
[λαις θεαῖς πάσαις καὶ Διομέ]δ̣οντι· ἱερ[ὰ]
[δὲ παρεχέτω ἄρτον ποτὶ τ]ὰν ἀρ̣τ̣οφαγ[ί]-
[αν καὶ οἶνον καὶ μέλι ποτὶ τὰ]ν̣ σ̣πονδὰ̣[ν]
                                               vacat 0,065
face B, right.I                  vacat 0,02
39 [κ]αὶ ξύλα ποτὶ τὰν θυσίαν· γ̣[έ]-
40 ρη δὲ λαμβανέτω τοῦ ἱερέο̣[υ]
ἑκάστου σκέλος καὶ τὸ δέρμα·
ποιεῖν δὲ καὶ τὰν ἀποπυρίδα
κ̣ατὰ τὰ πάτρια· μὴ ἐξῆμεν [δὲ]
μηθενὶ τὰ οἰκήματα τὰ ποτ̣[ὶ]
45 τῶι τεμένει μηδὲ τὸ τέμε[ν]-
ος ἐξ〚ε〛ιδιάζεσθαι {²⁶ἐξιδιάζεσθαι}²⁶ μηδὲ πωλ[ε]-
[ῖ]ν μηδὲ ὑποτιθέμεν· αἰ δέ κά τ̣[ι]
δ̣έηι τῶν οἰκημάτων ἢ τοῦ [τ]-
εμένευς θεραπείας, ἐπισκ[ε]-
50 υαζόντων ἐκ τᾶς ποθόδου̣
<⁶¹ἕκαστα>⁶¹· εἰσαγώγιον δὲ διδό-
τω ὧι κα γένηται παιδίον, οἷ[ς]
μέτεστι τῶν 〚των〛 ἱερῶν, χο[ῖ]-
ρ̣ον, ἱερά, λιβανωτόν, σπονδ-
55 άν, στέφανον. vacat
II.56 τὰ δὲ ἀγάλματα καὶ τὰ ἀνα-
θήματα ἔστω ἐν τᾶι οἰκία[ι]
κ̣ατὰ χώραν ὥσπερ καὶ νῦν̣
ἔχει· θύεν δὲ ἑκκαιδεκάται
60 μηνὸς Πεταγειτνύου κα[ὶ]
τὸν ξενισμὸν ποιεῖν τῶ[ι]
Ἡρακλεῖ, τὰν δ’ ἀποπυρίδα
ἑπτακαιδεκάται· ἐπιμηνί-
ους δ’ αἱρεῖσθαι τρεῖς κατ’ ἐ-
65 νιαυτόν, οἵτινες ἐχθυσεῦν̣-
ται τὰ ἱερὰ μετὰ τοῦ ἱερέως· ἐπι-
μελέσθων δὲ τοὶ ἐπιμήνιοι
ὧγ κα δέηι ποτὶ τὰν δέξ[ιν].
III.69 ἃν δέ τι δέηι ἐπισκευ[ῆς]
70 [ἢ τὸ] τέμενος ἢ ὁ κῆπ[ος]
[ἢ οἱ ξ]ενῶνες ἢ τὸ [οἰκη]-
[μάτιο]ν ἢ <ἡ> οἰκία ἢ [καὶ]
         vacat 0,035
face C, back.III.73 [ἄλλο τι δέηι θ]ε̣ραπε[ίας, — — — — — — —]
[․․]ς ἀρ̣γ̣ύριον ἀπὸ τῶν προσόδ̣ων [τῶν ἀεὶ]
75 [πιπτο]υ̣σ̣ῶν ἀπὸ τοῦ τεμένευ̣ς̣ [καὶ τοῦ]
[κήπου] καὶ τῶν ξενώνων, ὅσο̣ν̣ [ἂν φαίνη]-
[ται ἱ]κανὸν εἶναι· τὸ δὲ κατάλοι[πον]
[ἀργ]ύριον καὶ τὰ ἐξαιρήματα δια[ιρεῖν]
[κα]τ̣ὰ μέρη, εἰς ἑκάστην δὲ θυσί[αν τῶι]
80 πιβάλλοντι μέρει χ̣ρᾶσθαι· μὴ ἐξέσ̣-
στω δὲ τοῖς κοινωνοῦσι τῶν ἱερῶγ [γε]-
ωργεῖν τὰ τεμένη μηδ’ ἐν τοῖς ξε̣[νῶσι]
ἐνοικεῖν μηδ’ ἐν τῆι οἰκίαι τῆι ἐπὶ τ̣[οῦ τε]-
μένευς μηδὲ ἀποθήκηι χρᾶσθαι τῆ̣[ι λέσ]-
85 χ̣ηι τῆι ἐν τῶι ἱερῶι μηδὲ {ν} τῶι περιπάτω[ι]
ἂμ μὴ πόλεμος ἦι· ἂν δέ τι] τ̣ῶν [κα]τ’ ἀν̣-
δρογένειαν δόξηι τοῖς κο[ιν]ω̣νο̣[ῦσι τῶν]
ερῶν ἐνδειὴς εἶναι τοῖς̣ [ἰ]δί[οι]ς, ἐ̣[πὰν γάμος]
συντελῆται, ποείτω τὸγ [γά]μ̣ον [μηνὸς]
90 [Π]εταγειτνύου, ἑκκαιδεκάτηι μὲ[ν συν]-
αιγλίαν, ἑπτακαιδεκάτηι δὲ διαν̣[ομήν],
να ἡ θυσία τῶι Ἡρακλεῖ συντελ[ῆται κα]-
τὰ τὰ πάτρια, ὀκτωκαιδεκάτηι δ[ὲ ἡ συνα]-
γωγή, καὶ ἐν ταῖς λοιπαῖς ἡμέρ[αις συντε]-
95 λ̣είσθω ὁ γάμος· ἡ δὲ στρωμ̣ν[ὴ καὶ τὰ]
[ἀ]γάλματα τῶι Ἡρακλεῖ ἔστω [κατὰ χώ]-
[ρ]α̣ν ὑπάρχοντα, ἔστ’ ἂν ὁ γάμ̣[ος συντε]-
[λε]σθῆι· ἀφαιρεῖν δὲ ἀπὸ τῶν ἱερε[ίων, ἃ ἂν]
[δοκ]ῆι καλῶς ἔχειν ἐπὶ τὴν τράπεζ[αν τῶι]
100 [θεῶ]ι, τοῖς δὲ λοιποῖς πᾶσι, ὅσα ἐς ξ̣ε̣[νισμὸν]
[οἰκ]ε̣ίων, χράσθω ὁ τὸν γάμον ποιῶν· ἐ̣[φιέτω]
[δὲ] καὶ ὁ ἱερεὺς εἰς τοὺς γάμους τὰ γέρ̣[η τῶι]
[τὸ]ν γάμον ποιοῦντι λαβὼν ὀκτὼ δραχ[μὰς]
[ἐ]κ τῆς προσόδου, καὶ οἱ τὰς οἰκίας ἐκτ[η]-
105 μένοι τήν τε ἀνδρείαν καὶ τὴν γυναικ[εί]-
αν παρεχόντω εἰς τοὺς γάμους τὰς οἰκ[ί]-
ας παρεξελόμενοι οἰκήματα εἰς ἀπόθε-
σ̣ιν τῶν σκευῶν, ὁ δὲ τὴν ἀνδρείαν ἔχων
[π]α̣ρεχέτω τὴν οἰκίαν καὶ εἰς τὴν θυσί-
110 [αν κα]ὶ τὸν ξενισμὸν τοῦ Ἡρακλ[εῦς πά]-
[σας ἡμ]έρας· τούτων δὲ [ἐπιμελέσθων οἱ]
[ἐπιμήνιοι ὅπως οἵ τε γάμοι μετὰ πάσης]
[εὐκοσμίας συντελεσθήσονται καὶ ὅπως]
[                             vacat?                             ]
face D, left.III.114 [το]ῖς τέκνοις πάντ̣α τὰ δέον-
115 [τ]α̣ παρασκευᾶτε· τοῖς δὲ ἐπι-
[μ]ε̣λομένοις ὅπως ἕκαστα συ̣[ν]-
[τε]λῆται καθὰ διαγέγραπται
[εἰ]ς δύναμιν εἶναι εὖ εἴη καὶ αὐ-
[τ]οῖς καὶ τοῖς ἐγγόνοις αὐτῶν·
120 ἀνέθηκα δὲ καὶ λυχνίας δύο κα[ὶ]
λύχνους χαλκοῦς ἑπταπύ-
ρους δύο καὶ ἐσχάραν τετράγω-
[ν]ον καὶ κρατῆρα καὶ τάπητα
καὶ τράπεζαν καὶ στεφανίσκους̣
125 πέντε τοῖς ἀγάλμασιν χρυσοῦς
κ̣αὶ ῥ̣όπαλα δύο καὶ θυμιατήρια̣
τρία κατάχρυσα καὶ κλίνην, ὥσ-
τε πάντα ταῦτα ἱερὰ εἶναι το
Ἡρακλεῦς, καὶ βάθρον τῆς κλί-
130 νης καὶ κύκλον χαλκοῦν· εἰ ἂ[ν]
δέ τις τολμήσηι καταλύειν τ[ι]
[τ]ῶν ὑπὸ Διομέδοντος συν-
[τ]ε̣ταγμένων ἀδικῶν τὰ ἱερὰ
[κα]ὶ τοὺς προγόνους ὑπὲρ ὧ[ν]
135 [γέ]γραπται ἐν τῶι βωμῶι καὶ ἐ[ν]
[τ]ῆ̣ι στήληι, μὴ ἐπιτρέπειν τοὺ[ς]
[ἐ]γ Διομέδοντος 〚Ι[— — — —]Ω․〛
[γ]εγενημένους καὶ τοὺς ἐγγ[ό]-
[ν]ους αὐτῶν, ἀλλὰ βοηθεῖν
140 [τ]οῖς ἱεροῖς καὶ τοῖς προγόνοι[ς]·
[συ]νάγειν δὲ τοὺς ἐπιμηνί-
[ου]ς καὶ εἰς τὴν αὔριον παρα-
[λ]αμβάνοντας οὓς ἂν αὐ-
[τ]οῖς δοκῆι· ἐπιμηνίους δὲ αἱρεῖσθ[αι]
145 [τ]οὺς ἐγ Διομέδοντος καὶ τοὺς ἐγγ[ό]-
[ν]ους αὐτῶν· ἂν δέ τις νόθος ὢν κρ[ι]-
[θ]εὶς γνωσθῆι μετέχειν τῶν ἱερῶ[ν],
μ̣ὴ ἐξέστω αὐτῶι μετέχειν τῶν
[ἱ]ερωσυνῶν· λαμβάνετε δὲ ἀπ[ὸ]
150 τῆς προσόδου ὥστε τῶι Πασίω[ι]
ε̣ἰς θυσίαν δραχμὰς πεντήκο[ν]-
τα, ταῖς δὲ Μοίραις τεσσαράκο[ν]-
τα· θυόντω δὲ τῶι Πασίωι κα̣[ὶ]
ταῖς Μοίραις οἱ κατ’ ἀνδρογένε[ι]-
155 [α]ν· ἀνέθηκα δὲ καὶ ὑαλίνας
[φιά]λας τέσσαρας καὶ χλανίδ[α]
[ἁλο]υργάν· διδόναι δὲ τοῖς Ἡ-
[ρακλ]έοις μερίδας τοῖς συ[μ]-
[πομπε]ύ̣ουσι. vacat
                vacat 0,045
Search Help
Contact Us