[ ]
Att. — non-stoich. 29-33 — med. s. III a.
1 | [— — — — — — — — — — — — — — ὀργ]εων- |
— — — — — — — — — — — — — — — καὶ τη- | |
— — — — — — — — — — — — — — ὅπως ὡς | |
[— — — — — — — — — — — — — — κ]αὶ ἐν τοῖς | |
5 | [ἄλλοις εὔχρηστον αὑτὸν παρασ]κευάζων |
[καὶ ἀποδεικνύμενος ἣ]ν ἔχει εὔνοια- | |
[ν πρὸς ἅπαντας τοὺς ὀργ]εῶνας. ὅπως ἂν | |
[εἰδῶσιν ἅπαντες οἱ β]ουλόμενοι φιλοτι- | |
[μεῖσθαι εἰς τοὺς] ὀργειῶνας ὅτι κομιοῦντ- | |
10 | [αι χάριτας κα]ταξίας ὧν ἂν εὐεργετήσωσ- |
[ι· ἀγαθεῖ τ]ύχει δεδόχθαι τοῖς ὀργεῶσιν | |
[ἐπαινέ]σαι Ὄλυμπον Ὀλυμπιοδώρου καὶ | |
[στεφ]ανῶσαι δρυὸς στεφάνωι φιλοτιμ- | |
[ίας] ἕνεκεν καὶ εὐνοίας ἧς ἔχων διατε- | |
15 | λεῖ περί τε τὸ ἱερὸν καὶ τοὺς ὀργεῶνας· [ἀ]- |
ναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γρα[μμ]- | |
ατέα ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν [τῶι] | |
ἱερῶι, τὸν δὲ ταμίαν μερίσαι δραχ[μὰς ․․] | |
18a | vacat 0.015 |
19 | ἐπὶ Λυκέου ἄρχοντος μηνὸς Σ[κιροφο]- |
20 | ριῶνος ὀγδόει ἱσταμένου· ἀγο[ρᾶι κυρί]- |
αι· Σωσίας Ἱπποκράτου εἶπεν. ἐπ[ειδὴ Εὐ]- | |
κλείδης γραμματεὺς αἱρεθεὶς [πλείω] | |
ἔτη ὑπὸ τῶν ὀργεώνων διώ[ικηκεν τὰ πρ]- | |
οσταττόμεν’ αὐτῶι ὑ[πὸ τ]ῶν νόμων ὀρθ- | |
25 | ῶς καὶ δικαίως ἀν[έγκ]λητον αὑτὸν παρέ- |
χων καὶ [περὶ] ὧν οἰκονόμηκεν λόγον καὶ | |
[εὐθύ]ν[α]ς δέδωκεν, ἀγαθεῖ τύχει δεδόχ- | |
[θαι τ]οῖς ὀργεῶσιν ἐπαινέσαι Εὐκλείδην | |
[Ἀ]ντιμάχου καὶ στεφανῶσαι δρυὸς στε- | |
30 | φάνωι φιλοτιμίας ἕνεκεν καὶ δικαιοσύ- |
νης τῆς εἰς τοὺς ὀργεῶνας. ἀναγράψαι | |
δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα ἐ- | |
ν στήλει λιθίνει καὶ στῆσαι ἐν τῶι ἱ[ερ]- | |
ῶι, τὸν δὲ ταμίαν μερίσαι δραχμὰς ․․․ | |
35 | duae coronae |