Diagraphe for the sale of the priesthood of Zeus Alseios.  Pedimental stele of white marble, broken at the bottom; inscribed on the front and back faces.
[ ] Kos Isl. — Kos — 1st c. BC — M. Segre, Iscr. di Cos (1993) ED 215 — Chiron 35 (2005) 253-254 — SEG 55.934bis
face A, front.1 τάδε συνέγραψαν προστάται
Ζώπυρος Διομέδοντος, Πλείσταινος
 Ἀριστείδου, Πυθοκλῆς Πυθοκλεῦς,
Πυθόδωρος Τεισάρχου, Κριτόβουλος
5  Μήδου, καὶ βουλᾶς γραμματεὺς
        Ἀρίστανδρος Ἀρίστωνος
περὶ τᾶς ἱερωσύνας τοῦ Διὸς τοῦ Ἀλσείου·
[ὁ πριά]μενος τὰν ἱερωσύναν ἔστω ὑγιὴς καὶ ὁλό-
[κλαρος] καὶ μὴ νεώτερος ἐτέων ὀκτώ· ἔστωι δὲ̣
10 [ἀλειτ]ούργητος πασᾶν τᾶν λειτουργιᾶν πλὰν τριη-
[ραρ]χίας καὶ λαμπαδαρχίας· σπενδέτωι δὲ ἐν τῷ ἀ-
[γῶ]νι τῶν Διονυσίων καὶ ἐν προεδρίᾳ καθήσθωι μετ
[τ]ῶν ἄλλων ἱερέων· στεφανούτω δὲ καὶ τὸς νεικῶντας
τὸν μακρὸν δρόμον καὶ τοὺς τὰν πράταν τᾷ λαν-
15 πάδι καὶ τὸν ἀγῶνα τοῖς Ἀλσείοις· ἐχέτω δὲ καὶ κι-
τῶνα πορφύρεον, φορείτω δὲ καὶ στέφανον θάλ-
λινον ἔχοντα ἄφαμμα χρύσεον ἐν τοῖς συντελουμ-
νοις ἀγῶσιν καὶ χρυσοφορείτωι· καρπεύσεται δὲ
καὶ τὸ τέμενος καθότι καὶ ὁ πρότερον ἱερεὺς ἐ-
20 καρπεύετο· τὸν δὲ τόπον τὸν εἰσπορευόμενον ἐν
δεξιᾷ ἐκ τοῦ σταδίου μέχρι τῶν νακορείων καὶ τᾶ[ς]
οἰκίας ἀνεῖσθαι ποτὶ τὰς σκανοπαγίας ταῖς καν[η]-
φόροις καὶ τὸς ἀγερμὸς καὶ τὰς ἄλλας θυσίας τὰς
συντελευμένα{ι}ς {²⁶συντελευμένας}²⁶ τᾶι θεᾶι· θυόντωι δὲ ὅ τε μόναρ-
25 χος καὶ τοὶ ἱεροποιοὶ ὑπὲρ τᾶς πόλιος τοῦ μηνὸς
τοῦ Ἀλσείου τᾷ δεκάτᾳ βοῦν μὴ ἐλάσσονος ἄξι-
ον δραχμᾶν πεντακοσιᾶν καὶ οἶν μὴ ἐλασ-
σονος ἄξιον δραχμᾶν τριάκοντα, καὶ τῶν
λαμπαδάρχων ἕκαστος ὗν μὴ ἐλάσσο-
30 νος ἀξίαν δραχμᾶν ἑκατόν, καὶ ὁ ἀγωνο-
θέτας ὗν μὴ ἐλάσσονος ἀξίαν δραχμᾶν ἑκατόν,
καὶ τῶν δάμων ἕκαστος οἶν μὴ ἐλάσσονος ἄξιον δρα-
χμῶν εἴκοσι πέντε· θυόντωι δὲ καὶ τοὶ στραταγοὶ τοῦ
Ὑακινθίου μηνὸς τᾷ δευτέρᾳ τῶι Διὶ τῶι Ἀλσείωι βοῦν
35 μὴ ἐλάσσονος ἄξιον δραχμῶν τριακοσίων, καὶ πομπευ-
〚   rasura   〛όντω {²⁶πομπευόντω}²⁶ μετὰ τοῦ ἱερέως καὶ ἀγωνοθέ̣τ̣α
καὶ γυμνασιάρχου καὶ ὑπογυμνασιάρχου, τοὶ δὲ ἔ̣-
φηβοι καὶ τοὶ παῖδες μετ’ αὐτῶν ἐν ὅπλοις· θυέτω δὲ ὁ γυ-
μνασίαρχος ἐν τᾷ αὐτᾷ ἁμέρᾳ τὸν <⁶¹   rasura   καὶ τούτω̣ν>⁶¹
40 <⁶¹τ̣ῶν ἱερείων τὸν μὲν βοῦν μὴ ἐλάσσονος ἄξιον [— — — —]>⁶¹
<⁶¹․․ΥΝ    rasura    θυέτω δὲ καὶ ὁ ἀγωνοθέτας>⁶¹ τᾷ αὐτᾷ [ἁ]-
[μέρᾳ] β̣[οῦν] μ̣ὴ ἐ[λ]άσσονος ἄξιον δραχμῶν ἑκατόν, κ̣α[ὶ]
[— — — — — — — — — — — — — — — —]#⁷#⁷Ν μὴ ἐλάσσονος
[ἄξιον δραχμᾶν — — — — — — — — — — — — — —]Λ̣ΟΝΟ
face B, back.45 [— — — — — — — — — — — — — — — — — — — — —]
46-57 [— — — — — — — {²vv. fere 12 erasi}² — — — — — —]
58 [— — — —]Ο[․] ἐπὶ τὸς τ[— — — — — — — — — — —]
[— — —] καὶ Π[․]Ρ̣Α̣[— — — — — — — — — — — — —]
60 τετράδι τοῦ Δαλίου μην[ὸς — — — — — — — — — — —]
61-68 [— — — — — — — — {²8 vv. erasi}² — — — — — — — —]
69 [〚— — — — — — — — — — — — — — — — — — —〛 τοὶ]
70 δὲ πωληταὶ μισθ̣[ω]σάντωι τε̣λέ[σ]α̣[ι τ]ὸν ἱ[ερῆ κ]α̣τ̣[ὰ]
τὰ νομιζόμενα καὶ τὰν διαγ̣ραφὰν τάν[δ]ε̣ [ἀνα]-
γράψαι ἐς στ̣άλαν λιθίναν καὶ ἀναθέμ̣[ε]ν̣ πα-
ρὰ τὸν βωμὸν τὸν τοῦ Διὸ[ς τ]οῦ Ἀλσείου· τὸ δὲ γε̣-
νόμενον ἀνάλωμα ἐ̣[ς] τὰς̣ [θ]υ̣σίας̣ [τ]ὰ̣ς συντελ̣[ου]-
75 μένας ὑπὸ τῶν προστατᾶν ἐ̣[πὶ] τᾶι π[ρά]σ̣[ει τ]ᾶ̣[ς]
[ἱ]ερωσύνας καὶ τὰν τελετὰν καὶ τὰν [στ]άλαν [καὶ]
τ̣ὰν ἀναγραφὰν τᾶς δ[ι]αγρα[φ]ᾶς προτελεσ[άν]-
τωι τοὶ προστάται· ὁ δὲ πριάμενος τὰν ἱερωσ[ύ]ν̣[αν]
καταβαλεῖ καὶ ταῦτα ἅμα [τ]ᾶι πράται καταβολ[ᾶι]
80 χω̣ρὶ τᾶς ἄλλας τειμᾶς· αἰ δέ κα μὴ καταβάλη̣ κα̣θὰ
γέγραπται, ἀποτεισάτωι διπλάσιον.
                            vacat 0,105
Search Help