Diagraphe for the sale of the priesthood of Herakles Kallinikos.  Stele of white marble, recut at the bottom.
[ ] Kos Isl. — Kos — late 2nd c. BC — M. Segre, Iscr. di Cos (1993) ED 180
1 ἐπὶ μονάρ%⁸¹χου
Παρμενίσ%⁸¹κου,
μηνὸς Ὑακινθίου  ιϛ,
ἀγαθᾶι τύχαι, τάδε συνέγραψαν προστάτα[ι] Φ̣ίλιππος Φί-
5 λωνος, Σώστρατος Φιλίνου, Λαμπίας Φιλίππου, Κάλλιπ-
πος Καλλίππου καθ’ ὑοθεσίαν δὲ Ἡρακλείτου, Εὔκαρπος Κλε-
ονίκου, καὶ βουλ{λ}ᾶς {²⁶βουλᾶς}²⁶ γραμματεὺς Ἡράκλειτος Ἰατροκλεῦς,
περὶ τᾶς ἱερωσύνας τοῦ Ἡρακλεῦς τοῦ Καλλινίκου τ̣οῦ ἐ-
π̣ὶ ἀγορᾶι καὶ ἐπὶ λιμένι· τοὶ προστάται ἐπεί κα μέ<λ>λωντι πω-
10 λεῖν τὰν ἱερωσύναν, θυσάντω ἑκατέρωι τῶν θεῶν ἱερεῖ-
ον ἀπὸ δραχμᾶν ἑκατὸν ὑπὲρ ὑγιείας τῶν τε πολ[ιτᾶ]ν̣ κ̣αὶ πο-
<λ>ιτίδων καὶ τῶν κατοικεύντων ἐν τᾶι πόλει, τοὶ δὲ ταμίαι̣ π̣[ρο]-
τελεσάντω αὐτοῖς ἐς τὰν θυσίαν τὸ προγεγραμμένον ἀρ-
γύριον· τοὶ πωληταὶ ἀποδόσθων τὰν ἱερωσύναν ἐμ μηνὶ Πα-
15 ν̣άμωι <τ>ᾶι νουμηνίαι· ὁ δὲ πριάμενος ἔστω ὑγιὴς <κ>αὶ ὁλόκλα-
[ρ]ος καὶ μὴ νεώτερος ἐτέων δέκα· ἱεράσθω δὲ ἐπὶ βίου· ἀτε-
λ̣ὴς δὲ ἔστω τᾶν λειτου<ρ>γιᾶν πασᾶν πλὰν λαμπαδαρχίας̣
καὶ τριηραρχίας· ἀπολελύσθω δὲ καὶ σιτοφυλακίας καὶ ὑ[πο]-
δοχᾶς Ῥωμαίων καὶ ἐπιμηνιείας πάσας ἐφ’ ἇς α̣ἱρεῖται [ὁ δᾶ]-
20 μος· καθήσθω δὲ καὶ ἐν προεδρίαι καὶ σπενδέτω ἐν πᾶσ[ι]
[τ]οῖς χορικοῖς ἀγῶσι μετὰ τῶν ἄλλων ἱερέων τῶν δα̣μ[ω]-
δῶν, καὶ φορείτω κιθῶνα διάλευκον· ἐστε[φ]α̣νώσθω δὲ
καὶ στεφάνωι λευκίνωι, ἐχέτω δὲ καὶ ἄφαμμα καὶ χρυσέος
δακτυλίος· ὅπως δὲ καὶ αἱ θυσίαι τοῖς θεοῖς τούτοις ἐπιφα̣-
25 νέστερον συντελῶνται, ἃς μὲν θύει ὁ μόναρχος καὶ τοὶ ἱερο-
ποιοί, θυόντω τ̣ὰ ἱερεῖα ποτὶ τὸ διαγραφόμενον αὐτοῖς ἀργύ-
ριον παρὰ τῶν ταμιᾶν· καὶ ὅπως ὁ δᾶμος φαίνηται συνεπαύ-
ξων τὰς τιμὰς τῶν θεῶν, τοὶ χειρίζοντες τὰ τοῦ Ἡρακλεῦ[ς]
τοῦ Καλλινίκου χρήματα διαγραφόντω τοῖς προστάταις
30 ἐς θυσίαν, τοῖς μὲν τὰν θερινὰν ἄρχουσιν Ἀρταμιτίου νου-
μηνίαι δραχμὰς πεντήκοντα· κατὰ ταὐτὰ δὲ διαγραψάντω
κ̣αὶ τοῖς ἐν ἀρχᾶι προστάταις ἐς θυσίαν δραχμὰς πεντή-
[κ]οντα, ἐπεί κα ἁ τελετὰ τοῦ ἱερέως καὶ τᾶς ἱερείας ἐπιτελῆ̣-
[τ]αι· τοὶ δὲ διαγραψάμενοι θυόντω πρὸς τὸ διαγραφὲν αὐτοῖς
35 ἀργύριον· θυόντω δὲ καὶ τοὶ ποτ̣ὶ̣ τὸ πολίτευμα ποτιπορευό-
μενοι, ἐπεί κα συντέλειαν λάβῃ ἁ πολιτία τοῦ δικαστηρί[ου],
[ἕκ]αστος αὐτῶν ἱερεῖον μὴ ἐλάσσονος [ξιον δραχμᾶν — — —]·
[θυόντ]ω δὲ καὶ το̣[ὶ .]#⁷#⁷[— — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — —]
Search Help