Diagraphe for the sale of the priesthood of Aphrodite Pontia. Opisthographic stele of gray marble, broken at the bottom; face A erased and reinscribed with a later dedication (AA [1903] 193, 2).
[ ]
Kos Isl. — Kos — Asklepieion — late 2nd c. BC — Chiron 30 (2000) 415, 1 — SEG 50.766 — SEG 55.932
See also:
face B, back.1 | ἁ δὲ πρᾶξις ἔστω τᾶι ἱερείαι κατὰ τῶν μὴ ἐπιτελεσάντων τ[ὰ γεγραμμέ]- |
να καθάπερ ἐγ δίκας· ὅπως δὲ μηδεμία ἀντιλογία γίνηται ὁπ̣[οθενοῦν μη]- | |
θε̣ν̣ὶ̣ ποτὶ μηδένα περὶ τᾶς ἀξίας τῶν ἱερείων, ἐξέστω τῶι θύ[οντι, αἴ] | |
τίς κα δήληται, ὧν ὅσιόν ἐστιν θύεν τᾶι θεῶι καταβαλεῖν τῶν [γερῶν] | |
5 | τὸ διατεταγμένον· τοὶ στρατευόμενοι ἐν ταῖς μακραῖς ναυσὶν ἐ̣[πεί] |
κα καταλύωντι τὸν πλοῦν θυόντω τᾶι Ἀφροδίται τᾶι Ποντίαι ἐπὶ τ[οῦ] | |
προγεγραμμένου βωμοῦ ἱερεῖον τέλειον ἀφ’ ἑκάστας σκανᾶς ἀπὸ | |
δραχμᾶν τριάκοντα ἢ καταβαλλόντω τῶν γερῶν καθ’ ἑκάσταν σκα- | |
νὰν τᾶι ἱερείαι δραχμὰς δεκαπέντε καὶ ἐς τὸν θησαυρὸν δραχμάν· | |
10 | ἀπαρχέσθων δὲ καὶ τοὶ λοιποὶ πάντες τοὶ θύοντες ἐς τὸν θησαυρὸν τᾷ |
Ἀφροδίται ἐπὶ μὲν βοῒ δραχμὰς δύο, ἐπὶ δὲ τοῖς ἄλλοις τῶν μὲν τε- | |
λείων δραχμάν, τῶν δὲ ἀτελείων τριώβολ<ο>ν̣, ὄρν{ις}ιθος {²⁶ὄρνιθος}²⁶ δὲ ὀβολόν, | |
χωρὶ τῶν προδιατεταγμένων κατὰ τάνδε τὰν διαγραφάν· ἐξέσστ<ω> | |
δὲ τᾷ ἱερείᾳ καὶ ἀπομίσθωσιν ποιήσασθαι τούτων· ὁ δὲ ἀπομισθω- | |
15 | σάμενος ἐχέτω τὰν ἐξουσ{ι}ίαν {²⁶ἐξουσίαν}²⁶ πράσσεσθαι [κ]αθὰ καὶ τὰν ἱέρειαν γέ- |
γραπται· τᾶν δὲ κλαικῶν τῶν θησαυρῶν κυριευόντω τοὶ προστάται | |
καὶ ἀνοιγόντω μετὰ τᾶς ἱερείας καθ’ ἕκαστον ἐνιαυτὸν ἐμ μηνὶ Δα- | |
λίωι καὶ τὸ μὲν ἥμισσον ἔστω τᾶς ἱερείας, τὸ δὲ ἥμισσον ἀναπεμπόν- | |
τω ἐπὶ τὰν δαμοσίαν τράπεζαν ἐς τὸν ὑφεστακότα τᾶς θεοῦ λόγον | |
20 | κ̣αὶ λόγον χρηματιζόντω ἐς τὰ δαμόσια γράμματα· τὸ δὲ χρῆμα τοῦ- |
το ὑπαρχέτω ἐς κατασκευάσματα ἅ κα δόξῃ τᾶι ἐκλησίαι, καὶ ἐς ἐπισ- | |
κευὰν τοῦ ἱεροῦ· αἰ δέ κά τις ψαφίξηται ὥστε {ι} ἐς ἄλλο τι καταχρη[σ]θῆμεν | |
τὰ ἐκ τῶν θησαυρῶν ἢ προστάτας προθῆι, ἀποτισάτω τῶν α<ἰτί>ων ἕκασ- | |
τος δραχμὰς χειλίας ἱερὰς τᾶς Ἀφροδίτας καὶ ἁ γνώμα ἄκυρος ἔστω. | |
25 | ἀπαρχέσθων δὲ καὶ τοὶ ἐλευθερούμενοι ἐν ὧι κα ἐνιαυτῷ ἐλευθερω- |
θῶντι σὺν τῶι πρότερον καταβαλλομένωι δραχμὰς πέντε ποιούμε- | |
νοι τὰν καταβολὰν ἐπὶ τὸς ταμίας· διδόντω δὲ ἐς ἀπαρχὰν καὶ τοὶ | |
ἁλιεῖς τοὶ ὁρμ<ώ>μενοι ἐκ τᾶς πόλιος καὶ τοὶ ναύκλαροι τοὶ πλέοντες | |
περὶ τὰν χώραν καθ’ ἕκαστον πλοῖον τοῦ ἐνιαυτοῦ δραχμὰς πέντε· αἰ | |
30 | δέ τίς κα μὴ ἐπιτελέσηι τι τῶν ἐν τᾶιδε τᾷ διαγραφᾶι γεγραμμένων |
ἢ μὴ θύσηι κατὰ τὰ ποτιτεταγμένα, ἀποτεισάτω τᾶι ἱερείαι τὰ ἐφ’ ἑκάσ- | |
τοις γεγραμμένα ἐπιτίμια, ἁ δὲ πρᾶξις ἔστω αὐτᾶι καθάπερ ἐγ δίκας· | |
κατὰ ταὐτὰ δὲ καὶ αἴ τινά κα ἁ ἱέρεια μὴ ποιῇ τῶν ποτιτεταγμένων αὐ- | |
τᾶι κατὰ τὰν διαγραφάν, ἀποτεισάτω δραχμὰς χειλίας ἱερὰς Ἀφροδί- | |
35 | τας, φαινέτω δὲ ὁ χρῄζων κατὰ τὸν νόμον· ἐπὶ δὲ τᾶι πράσει τᾶς ἱερωσύ- |
νας θυσάντω τοὶ προστάται τᾶι Ἀφροδίται τᾶι Πανδάμωι δάμαλιν ἀ- | |
πὸ δραχμᾶν ἑξακοσιᾶν· v τὸ δὲ γενόμενον ἀνάλωμα ἔς τε τὰν θυσί- | |
αν καὶ τὰν ἀναγραφὰν τᾶς διαγραφᾶς τοὶ ταμίαι προτελεσάντω καὶ ἀπο- | |
λογιξάσθων μετὰ τᾶς ἄλλας δαπάνας· ἁ δὲ πριαμένα τὰν ἱερωσύναν [ἱ]- | |
40 | ε̣ράσθω ἐπὶ βίου· καταβολὰς δὲ ποιησεῖται τρεῖς ἀργ̣υρίου, τὰμ μὲν πράταν ἐμ μη- |
νὶ Ἀλσείωι τῶι ἐπὶ μονάρχου Χαιρεδάμου, τὰν δὲ δευτέραν ἐμ μηνὶ Βατρο- | |
[μ]ίωι τῶι μετὰ μόναρχον Χαιρέδαμον, τὰν δὲ τρίταν ἐμ μηνὶ Δαλίωι τῶι ἐ- | |
[πὶ τ]οῦ αὐτοῦ μονάρχου· καὶ ἐπεὶ ὁ δᾶμος εὐσεβῶς διακείμενος κατεσκε̣[ύ]- | |
[ακε ποτὶ] τῶι ἐπὶ θαλάσσαι ἱερῶι καὶ ἄλλα χ̣ρηστήρια, καρπευέσθω καὶ ταῦ[τα] | |
45 | [ἁ ἱέρεια· τοὶ δ]ὲ̣ π̣ωληταὶ ἀπομισθωσάντω ἀναγράψαι τάνδε τὰν διαγραφὰ[ν] |
[ἐς στάλαν λιθίναν κα]ὶ̣ ἀναθέμεν παρὰ τῶι βωμῶι τᾶς Ἀφροδίτας τᾶς Π[ον]- | |
[τίας· ἀπομισθωσάντω δὲ καὶ] τ̣ελέσαι τὰν [ἱέρ]ειαν κατὰ τὰ νομιζόμενα [καὶ] | |
[τὰν διαγραφάν· τὸ δὲ γενόμενον ἀνάλω]μα ἔς τε τὰν ἀναγραφὰν τᾶς διαγραφᾶ̣[ς] | |
[καὶ τὰν στάλαν καὶ τὰν τελετὰν τᾶς ἱερείας καὶ τ]ὰν θυσίαν ἐπὶ τᾶι πράσε[ι] | |
50 | [τᾶς ἱερωσύνας καταβαλεῖ ἁ πριαμένα τὰν ἱερωσύναν ἅμα τᾶι πράται καταβολᾶι]. |