Diagraphe for the sale of the priesthood of Aphrodite Pontia.  Opisthographic stele of gray marble, broken at the bottom; face A erased and reinscribed with a later dedication (AA [1903] 193, 2).
[ ] Kos Isl. — Kos — Asklepieion — late 2nd c. BC — Chiron 30 (2000) 415, 1 — SEG 50.766 — SEG 55.932
See also:
face B, back.1 ἁ δὲ πρᾶξις ἔστω τᾶι ἱερείαι κατὰ τῶν μὴ ἐπιτελεσάντων τ[ὰ γεγραμμέ]-
να καθάπερ ἐγ δίκας· ὅπως δὲ μηδεμία ἀντιλογία γίνηται ὁπ̣[οθενοῦν μη]-
       θε̣ν̣ὶ̣ ποτὶ μηδένα περὶ τᾶς ἀξίας τῶν ἱερείων, ἐξέστω τῶι θύ[οντι, αἴ]
       τίς κα δήληται, ὧν ὅσιόν ἐστιν θύεν τᾶι θεῶι καταβαλεῖν τῶν [γερῶν]
5        τὸ διατεταγμένον· τοὶ στρατευόμενοι ἐν ταῖς μακραῖς ναυσὶν ἐ̣[πεί]
       κα καταλύωντι τὸν πλοῦν θυόντω τᾶι Ἀφροδίται τᾶι Ποντίαι ἐπὶ τ[οῦ]
       προγεγραμμένου βωμοῦ ἱερεῖον τέλειον ἀφ’ ἑκάστας σκανᾶς ἀπὸ
       δραχμᾶν τριάκοντα ἢ καταβαλλόντω τῶν γερῶν καθ’ ἑκάσταν σκα-
       νὰν τᾶι ἱερείαι δραχμὰς δεκαπέντε καὶ ἐς τὸν θησαυρὸν δραχμάν·
10        ἀπαρχέσθων δὲ καὶ τοὶ λοιποὶ πάντες τοὶ θύοντες ἐς τὸν θησαυρὸν τᾷ
       Ἀφροδίται ἐπὶ μὲν βοῒ δραχμὰς δύο, ἐπὶ δὲ τοῖς ἄλλοις τῶν μὲν τε-
       λείων δραχμάν, τῶν δὲ ἀτελείων τριώβολ<ο>ν̣, ὄρν{ις}ιθος {²⁶ὄρνιθος}²⁶ δὲ ὀβολόν,
       χωρὶ τῶν προδιατεταγμένων κατὰ τάνδε τὰν διαγραφάν· ἐξέσστ<ω>
       δὲ τᾷ ἱερείᾳ καὶ ἀπομίσθωσιν ποιήσασθαι τούτων· ὁ δὲ ἀπομισθω-
15        σάμενος ἐχέτω τὰν ἐξουσ{ι}ίαν {²⁶ἐξουσίαν}²⁶ πράσσεσθαι [κ]αθὰ καὶ τὰν ἱέρειαν γέ-
       γραπται· τᾶν δὲ κλαικῶν τῶν θησαυρῶν κυριευόντω τοὶ προστάται
       καὶ ἀνοιγόντω μετὰ τᾶς ἱερείας καθ’ ἕκαστον ἐνιαυτὸν ἐμ μηνὶ Δα-
       λίωι καὶ τὸ μὲν ἥμισσον ἔστω τᾶς ἱερείας, τὸ δὲ ἥμισσον ἀναπεμπόν-
       τω ἐπὶ τὰν δαμοσίαν τράπεζαν ἐς τὸν ὑφεστακότα τᾶς θεοῦ λόγον
20        κ̣αὶ λόγον χρηματιζόντω ἐς τὰ δαμόσια γράμματα· τὸ δὲ χρῆμα τοῦ-
       το ὑπαρχέτω ἐς κατασκευάσματα ἅ κα δόξῃ τᾶι ἐκλησίαι, καὶ ἐς ἐπισ-
       κευὰν τοῦ ἱεροῦ· αἰ δέ κά τις ψαφίξηται ὥστε {ι} ἐς ἄλλο τι καταχρη[σ]θῆμεν
       τὰ ἐκ τῶν θησαυρῶν ἢ προστάτας προθῆι, ἀποτισάτω τῶν α<ἰτί>ων ἕκασ-
       τος δραχμὰς χειλίας ἱερὰς τᾶς Ἀφροδίτας καὶ ἁ γνώμα ἄκυρος ἔστω.
25          ἀπαρχέσθων δὲ καὶ τοὶ ἐλευθερούμενοι ἐν ὧι κα ἐνιαυτῷ ἐλευθερω-
         θῶντι σὺν τῶι πρότερον καταβαλλομένωι δραχμὰς πέντε ποιούμε-
         νοι τὰν καταβολὰν ἐπὶ τὸς ταμίας· διδόντω δὲ ἐς ἀπαρχὰν καὶ τοὶ
         ἁλιεῖς τοὶ ὁρμ<ώ>μενοι ἐκ τᾶς πόλιος καὶ τοὶ ναύκλαροι τοὶ πλέοντες
         περὶ τὰν χώραν καθ’ ἕκαστον πλοῖον τοῦ ἐνιαυτοῦ δραχμὰς πέντε· αἰ
30          δέ τίς κα μὴ ἐπιτελέσηι τι τῶν ἐν τᾶιδε τᾷ διαγραφᾶι γεγραμμένων
         ἢ μὴ θύσηι κατὰ τὰ ποτιτεταγμένα, ἀποτεισάτω τᾶι ἱερείαι τὰ ἐφ’ ἑκάσ-
         τοις γεγραμμένα ἐπιτίμια, ἁ δὲ πρᾶξις ἔστω αὐτᾶι καθάπερ ἐγ δίκας·
         κατὰ ταὐτὰ δὲ καὶ αἴ τινά κα ἁ ἱέρεια μὴ ποιῇ τῶν ποτιτεταγμένων α-
         τᾶι κατὰ τὰν διαγραφάν, ἀποτεισάτω δραχμὰς χειλίας ἱερὰς Ἀφροδί-
35          τας, φαινέτω δὲ ὁ χρῄζων κατὰ τὸν νόμον· ἐπὶ δὲ τᾶι πράσει τᾶς ἱερωσύ-
         νας θυσάντω τοὶ προστάται τᾶι Ἀφροδίται τᾶι Πανδάμωι δάμαλιν -
         πὸ δραχμᾶν ἑξακοσιᾶν· v τὸ δὲ γενόμενον ἀνάλωμα ἔς τε τὰν θυσί-
         αν καὶ τὰν ἀναγραφὰν τᾶς διαγραφᾶς τοὶ ταμίαι προτελεσάντω καὶ ἀπο-
         λογιξάσθων μετὰ τᾶς ἄλλας δαπάνας· ἁ δὲ πριαμένα τὰν ἱερωσύναν [ἱ]-
40        ε̣ράσθω ἐπὶ βίου· καταβολὰς δὲ ποιησεῖται τρεῖς ἀργ̣υρίου, τὰμ μὲν πράταν ἐμ μη-
       νὶ Ἀλσείωι τῶι ἐπὶ μονάρχου Χαιρεδάμου, τὰν δὲ δευτέραν ἐμ μηνὶ Βατρο-
       [μ]ίωι τῶι μετὰ μόναρχον Χαιρέδαμον, τὰν δὲ τρίταν ἐμ μηνὶ Δαλίωι τῶι ἐ-
       [πὶ τ]οῦ αὐτοῦ μονάρχου· καὶ ἐπεὶ ὁ δᾶμος εὐσεβῶς διακείμενος κατεσκε̣[ύ]-
       [ακε ποτὶ] τῶι ἐπὶ θαλάσσαι ἱερῶι καὶ ἄλλα χ̣ρηστήρια, καρπευέσθω καὶ ταῦ[τα]
45        [ἁ ἱέρεια· τοὶ δ]ὲ̣ π̣ωληταὶ ἀπομισθωσάντω ἀναγράψαι τάνδε τὰν διαγραφὰ[ν]
       [ἐς στάλαν λιθίναν κα]ὶ̣ ἀναθέμεν παρὰ τῶι βωμῶι τᾶς Ἀφροδίτας τᾶς Π[ον]-
       [τίας· ἀπομισθωσάντω δὲ καὶ] τ̣ελέσαι τὰν [ἱέρ]ειαν κατὰ τὰ νομιζόμενα [καὶ]
       [τὰν διαγραφάν· τὸ δὲ γενόμενον ἀνάλω]μα ἔς τε τὰν ἀναγραφὰν τᾶς διαγραφᾶ̣[ς]
       [καὶ τὰν στάλαν καὶ τὰν τελετὰν τᾶς ἱερείας καὶ τ]ὰν θυσίαν ἐπ τᾶι πράσε[ι]
50        [τᾶς ἱερωσύνας καταβαλεῖ ἁ πριαμένα τὰν ἱερωσύναν ἅμα τᾶι πράται καταβολᾶι].
Search Help