Diagraphe for the sale of the priesthood of Dionysos Thyllophoros.  Opisthographic stele of white marble, preserved on the left and at the top.
[ ] Kos Isl. — Kos — ca. 200-150 BC — M. Segre, Iscr. di Cos (1993) ED 216
face A, front.1 ἐπὶ μονάρχ[ου Χαρ]μ̣ίδα, μην̣[ὸς] Ἀλσ[είου νευ]μην[ίαι],
τάδε συνέγραψαν τοὶ ἄνδρες τοὶ αἱρε[θέ]ντες π[ερὶ]
τᾶς ἱερωσύνας τοῦ Διονύσου τοῦ Θυλλοφόρο[υ],
Ἄριστος Ἀριστοβούλου, Πάμφιλος Κλεάνδρο[υ],
5 ἀγαθᾷ τύχαι· τοὶ πωληταὶ ἀποδόσθων τὰν [ἱερω]-
[σύ]ναν τοῦ Διονύσου τοῦ Θυλλοφόρου μηνὸς Καρν̣[εί]-
[ου· ἁ] δὲ πριαμένα ἔστω ὑγιὴς καὶ ὁλόκλαρος καὶ μὴ
[νεωτ]έρα ἐτέων δέκα δύο· ἱεράσθω δὲ ἐπὶ βίου· κα[τα]-
[βολὰς] δὲ ποησεῖται τοῦ εὑρέματος τρεῖς, τὰν μ[ὲν]
10 [πρά]ταν ἐμ μηνὶ Καρνείωι τῶι ἐπὶ Χαρμίδα, τὰν δὲ δ[ευ]-
[τέρα]ν ἐμ μηνὶ Γεραστίωι τῶι μετὰ μόναρχον Χαρμίδα[ν],
[TA\N D]E\ TRI/TAN E)M MHNI\ *)ALSEI/WI E)PI\ TOU= AU)TOU= MON[A/R]-
[χου· α]ἰ δέ κα μὴ καταβάληι τὰν καταβολὰν ἐν τῶι χρόν[ωι]
[τῶι γ]εγραμμένωι, ἀπογραψάντω αὐτὰν τοὶ ταμ[ίαι]
15 [τοῖς] πράκτορσι πράξασθαι διπλάσιον· τὰν δὲ ἱερῆ τε̣[λε]-
[σά]τω ἁ πόλις, τὸ δὲ ἀνάλωμα τὸ ἐς τὰν τελετὰν [τοὶ τα]-
[μία]ι διδόντω· ὅπως δὲ τελεσθῇ ἁ ἱερῆ κατὰ τὰ ν̣[ομιζό]-
[μεν]α τοὶ πωληταὶ ἀπομισθωσάντω· ἐξέστω [δὲ τᾶι ἱερῆι]
[ὑφιέρ]ειαν ἀποδεῖξ̣αι πολῖτιν· μὴ ἐξέστω δὲ ἄλ[λαι ἱερᾶσθαι]
20 [μηδ]ὲ τελέζεν τῶι Θυλλοφόρωι Διονύσωι <πλὰν> ἢ [ἅν κα ἁ ἱε]-
[ρῆ ἀπ]οδείξῃ ἐν ἑκάστωι δ〚ι〛άμωι {²⁶δάμωι}²⁶· αἰ δέ τίς κ̣[α παρὰ ταῦτα]
[ἱερᾶται] ἢ̣ τελέζηι, ἐξέσ̣τωι τῶι τε κυ[ρίωι τᾶς ἱερῆς καὶ]
[τᾶν ἀπο]δειχθεισᾶν ὑπὸ τᾶς ἱερῆς [ἢ τῶν ἄλλων τῶι χρήι]-
[ζ]οντι ἐσαγγέλλεν ἐς τὰν β[ουλὰν τὰν ἱερωμέναν ἢ τελοῦσαν]
25 [ὡ]ς ἀδικοῦσαν τὰν πόλιν· ἇς δέ [κα ἁ πόλις καταγνῶι ἀδι]-
[κεῖν τ]ελοῦσ[α]ν ἢ ἱερωμένα[ν, ἐπιτίμιον ἀποτεισάτω δραχ]-
[μὰς — — —], το[ῦτ]ο δ’ ἔστω [τὸ μὲν ἥμισον τοῦ ἐσαγγεί]-
[λαντος, — — — — — —]ΣΙΕ[— — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — —]
                             lacuna
[— — — — — — — — — — — — — — — — — — —· τᾶι τελε]-
face B, back.30 [ζ]ομέναι πάντα παρεχέτω 〚․․〛 ἁ ἱερῆ· τῶν δὲ θυο[μέ]-
[ν]ων ἱερείων τῶι Θυλλοφόρωι Διονύσωι διδότω γέρ[η]
[ἁ] θύουσα τᾷ ἱερῇ τῶν μὲν μηλεί[ω]ν ἱερείων καὶ τελείω[ν]
[σ]κέλος καὶ δέρμα καὶ τριώβολον, τῶν δὲ ἐτέλων κεφα-
[λ]ὰν καὶ πόδας καὶ δέρμα καὶ ὀβολόν, ὑὸς δὲ σκέλ̣ος καὶ
35 [τρ]ιώβολον, χοιρίου δὲ κεφαλὰν καὶ πόδας κ[α]ὶ ὀβολόν,
[β]οὸς δὲ σκέλος καὶ δέρμα καὶ δραχμάν· ἔστω δὲ καὶ ὧν
[κ]ά τις παρατιθῇ ἐπὶ τὰν τράπεζαν τῶι θεῶι τὰ ἡμίση
[τ]ᾶς ἱερῆς· τᾶι δὲ μὴ ἀποδούσαι τὰ γέρη ὡς γέγραπτ[αι]
τ̣ὰ ἱερὰ ἔστωι ἄθυτα· ἐπὶ δὲ τὸν βωμὸν ἐπιβαλλέτω πά̣-
40 [σ]α̣ι̣ς τὰ ἱερὰ ἁ ἱερῆ ἢ ἁ ὑφιέρεια, ἅν κα ἀποδείξῃ ἁ ἱερῆ· τοὶ δ[ὲ]
π̣ωλ̣ηταὶ μισθω[σά]ντω ἀναγράψαι τάνδε τὰν διαγραφ[ὰν]
[ἐ]ς σ[τάλ]αν λιθί[ναν καὶ ἀναθέμε]ν ἐν̣ τ[ῶι ἱερῶ]ι τῶν Δυώ-
δ̣εκα Θεῶν· [τὸ δὲ γενόμενον ἐ]ς [τὰν τελ]ετὰν δαπ̣[άνα]-
μ̣α κα[ὶ τ]ὸ ἐς [τὰν στάλ]αν κ[αὶ ἀναγρα]φὰν [τᾶς διαγρ]αφᾶς ἀπ[ο]-
45 δ̣ώσει τοῖς ταμίαις ἁ πριαμένα τὰν ἱερωσύναν ἅμα τ[ᾶς]
                    ἄλλας τιμᾶς.
[Πα]ναμύας Θευδότου εἶπε· τὰ μὲν ἄλλα καθὰ τᾶς διαγρα-
[φᾶ]ς· ὅπως δὲ τὸ ἱερὸν τοῦ Ἀντιγόνου ἐπισκευᾶς
[τ]ε̣ καὶ ἐπιμε̣[λε]ίας τυγχάνηι, ἁ πριαμένα τὰν ἱερωσύ-
50 [ν]αν τοῦ Διονύσου τοῦ Θυλλοφόρου καταβαλλέτω ἐπ[ὶ]
τὸν λόγον ἐπιστάτ̣[α]ι̣ς̣ [— — — — — — καθ’] ἕκαστον ἐνιαυ-
τὸν εἰς ἐπισσκε[υὰν καὶ εἰς ἐπιμέλειαν δρα]χ̣μὰς ἑκατὸν
[— — — — — — ? — — — — — —]                        vacat
Search Help
Contact Us