Diagraphe for the sale of the priesthood of Dionysos Thyllophoros. Opisthographic stele of white marble, preserved on the left and at the top.
[ ]
Kos Isl. — Kos — ca. 200-150 BC — M. Segre, Iscr. di Cos (1993) ED 216
See also:
face A, front.1 | ἐπὶ μονάρχ[ου Χαρ]μ̣ίδα, μην̣[ὸς] Ἀλσ[είου νευ]μην[ίαι], |
τάδε συνέγραψαν τοὶ ἄνδρες τοὶ αἱρε[θέ]ντες π[ερὶ] | |
τᾶς ἱερωσύνας τοῦ Διονύσου τοῦ Θυλλοφόρο[υ], | |
Ἄριστος Ἀριστοβούλου, Πάμφιλος Κλεάνδρο[υ], | |
5 | ἀγαθᾷ τύχαι· τοὶ πωληταὶ ἀποδόσθων τὰν [ἱερω]- |
[σύ]ναν τοῦ Διονύσου τοῦ Θυλλοφόρου μηνὸς Καρν̣[εί]- | |
[ου· ἁ] δὲ πριαμένα ἔστω ὑγιὴς καὶ ὁλόκλαρος καὶ μὴ | |
[νεωτ]έρα ἐτέων δέκα δύο· ἱεράσθω δὲ ἐπὶ βίου· κα[τα]- | |
[βολὰς] δὲ ποησεῖται τοῦ εὑρέματος τρεῖς, τὰν μ[ὲν] | |
10 | [πρά]ταν ἐμ μηνὶ Καρνείωι τῶι ἐπὶ Χαρμίδα, τὰν δὲ δ[ευ]- |
[τέρα]ν ἐμ μηνὶ Γεραστίωι τῶι μετὰ μόναρχον Χαρμίδα[ν], | |
[τὰν δ]ὲ τρίταν ἐμ μηνὶ Ἀλσείωι ἐπὶ τοῦ αὐτοῦ μον[άρ]- | |
[χου· α]ἰ δέ κα μὴ καταβάληι τὰν καταβολὰν ἐν τῶι χρόν[ωι] | |
[τῶι γ]εγραμμένωι, ἀπογραψάντω αὐτὰν τοὶ ταμ[ίαι] | |
15 | [τοῖς] πράκτορσι πράξασθαι διπλάσιον· τὰν δὲ ἱερῆ τε̣[λε]- |
[σά]τω ἁ πόλις, τὸ δὲ ἀνάλωμα τὸ ἐς τὰν τελετὰν [τοὶ τα]- | |
[μία]ι διδόντω· ὅπως δὲ τελεσθῇ ἁ ἱερῆ κατὰ τὰ ν̣[ομιζό]- | |
[μεν]α τοὶ πωληταὶ ἀπομισθωσάντω· ἐξέστω [δὲ τᾶι ἱερῆι] | |
[ὑφιέρ]ειαν ἀποδεῖξ̣αι πολῖτιν· μὴ ἐξέστω δὲ ἄλ[λαι ἱερᾶσθαι] | |
20 | [μηδ]ὲ τελέζεν τῶι Θυλλοφόρωι Διονύσωι <πλὰν> ἢ [ἅν κα ἁ ἱε]- |
[ρῆ ἀπ]οδείξῃ ἐν ἑκάστωι δ〚ι〛άμωι {²⁶δάμωι}²⁶· αἰ δέ τίς κ̣[α παρὰ ταῦτα] | |
[ἱερᾶται] ἢ̣ τελέζηι, ἐξέσ̣τωι τῶι τε κυ[ρίωι τᾶς ἱερῆς καὶ] | |
[τᾶν ἀπο]δειχθεισᾶν ὑπὸ τᾶς ἱερῆς [ἢ τῶν ἄλλων τῶι χρήι]- | |
[ζ]οντι ἐσαγγέλλεν ἐς τὰν β[ουλὰν τὰν ἱερωμέναν ἢ τελοῦσαν] | |
25 | [ὡ]ς ἀδικοῦσαν τὰν πόλιν· ἇς δέ [κα ἁ πόλις καταγνῶι ἀδι]- |
[κεῖν τ]ελοῦσ[α]ν ἢ ἱερωμένα[ν, ἐπιτίμιον ἀποτεισάτω δραχ]- | |
[μὰς — — —], το[ῦτ]ο δ’ ἔστω [τὸ μὲν ἥμισον τοῦ ἐσαγγεί]- | |
[λαντος, — — — — — —]ΣΙΕ[— — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — — — — — —] | |
lacuna | |
[— — — — — — — — — — — — — — — — — — —· τᾶι τελε]- | |
face B, back.30 | [ζ]ομέναι πάντα παρεχέτω 〚․․〛 ἁ ἱερῆ· τῶν δὲ θυο[μέ]- |
[ν]ων ἱερείων τῶι Θυλλοφόρωι Διονύσωι διδότω γέρ[η] | |
[ἁ] θύουσα τᾷ ἱερῇ τῶν μὲν μηλεί[ω]ν ἱερείων καὶ τελείω[ν] | |
[σ]κέλος καὶ δέρμα καὶ τριώβολον, τῶν δὲ ἐτέλων κεφα- | |
[λ]ὰν καὶ πόδας καὶ δέρμα καὶ ὀβολόν, ὑὸς δὲ σκέλ̣ος καὶ | |
35 | [τρ]ιώβολον, χοιρίου δὲ κεφαλὰν καὶ πόδας κ[α]ὶ ὀβολόν, |
[β]οὸς δὲ σκέλος καὶ δέρμα καὶ δραχμάν· ἔστω δὲ καὶ ὧν | |
[κ]ά τις παρατιθῇ ἐπὶ τὰν τράπεζαν τῶι θεῶι τὰ ἡμίση | |
[τ]ᾶς ἱερῆς· τᾶι δὲ μὴ ἀποδούσαι τὰ γέρη ὡς γέγραπτ[αι] | |
τ̣ὰ ἱερὰ ἔστωι ἄθυτα· ἐπὶ δὲ τὸν βωμὸν ἐπιβαλλέτω πά̣- | |
40 | [σ]α̣ι̣ς τὰ ἱερὰ ἁ ἱερῆ ἢ ἁ ὑφιέρεια, ἅν κα ἀποδείξῃ ἁ ἱερῆ· τοὶ δ[ὲ] |
π̣ωλ̣ηταὶ μισθω[σά]ντω ἀναγράψαι τάνδε τὰν διαγραφ[ὰν] | |
[ἐ]ς σ[τάλ]αν λιθί[ναν καὶ ἀναθέμε]ν ἐν̣ τ[ῶι ἱερῶ]ι τῶν Δυώ- | |
δ̣εκα Θεῶν· [τὸ δὲ γενόμενον ἐ]ς [τὰν τελ]ετὰν δαπ̣[άνα]- | |
μ̣α κα[ὶ τ]ὸ ἐς [τὰν στάλ]αν κ[αὶ ἀναγρα]φὰν [τᾶς διαγρ]αφᾶς ἀπ[ο]- | |
45 | δ̣ώσει τοῖς ταμίαις ἁ πριαμένα τὰν ἱερωσύναν ἅμα τ[ᾶς] |
ἄλλας τιμᾶς. | |
[Πα]ναμύας Θευδότου εἶπε· τὰ μὲν ἄλλα καθὰ τᾶς διαγρα- | |
[φᾶ]ς· ὅπως δὲ τὸ ἱερὸν τοῦ Ἀντιγόνου ἐπισκευᾶς | |
[τ]ε̣ καὶ ἐπιμε̣[λε]ίας τυγχάνηι, ἁ πριαμένα τὰν ἱερωσύ- | |
50 | [ν]αν τοῦ Διονύσου τοῦ Θυλλοφόρου καταβαλλέτω ἐπ[ὶ] |
τὸν λόγον ἐπιστάτ̣[α]ι̣ς̣ [— — — — — — καθ’] ἕκαστον ἐνιαυ- | |
τὸν εἰς ἐπισσκε[υὰν καὶ εἰς ἐπιμέλειαν δρα]χ̣μὰς ἑκατὸν | |
[— — — — — — ? — — — — — —] vacat |