Diagraphe for the sale of the priesthood of Aphrodite Pandamos and Pontia. Three non-joining fragments of a stele of white marble, inscribed on the front and the back (nos. 301-302).
[ ]
Kos Isl. — Kos — Sanct. of Aphrodite — aft. 198 BC — M. Segre, Iscr. di Cos (1993) ED 178, A (a, b)
See also:
frg. a.1 | ἀγαθᾶι τύχαι· ἐπὶ μονάρχου Θευδώρου, μηνὸς Δαλ[ί]- |
ου ἑκκαιδεκάται, τάδε ἀπήνεκκαν τοὶ ἄνδρες τοὶ αἱρεθέν- | |
τες ἐγγράψαι περὶ τᾶς ἱερωσύνας τᾶς Ἀφροδίτας τᾶς | |
Πανδάμου, Κλεινίας Φιλίτα, Κλεύμαχος Φανομάχου, | |
5 | Δαμοφῶν Μένωνος· τοὶ πωληταὶ ἀποδόσθων τὰν ἱε- |
ρωσύναν μηνὸς Ἀλσείου ἐν ἀρχαιρεσίαις· ἁ πριαμένα | |
ἔστω ὑγιὴς καὶ ὁλόκλαρος καὶ τελέα· ἱεράσθω δὲ ἐπὶ | |
βίου· τὰ μὲν ἄλ<λ>α κατὰ τὰς πρότερον διαγραφάς· κατα- | |
βολὰς δὲ ποιήσει τὰς τοῦ εὑρόντος ἀργυρίου ποτὶ μέ- | |
10 | ρος τέσσαρας, τὰν μὲν πράταν ἐμ μηνὶ Ἀλσείωι τῶι |
ἐπὶ Θευδώρου, τὰν δὲ δευτέραν ἐμ μηνὶ Γερα<σ>τίωι | |
τῶι μετὰ μόναρχον Θεύδωρον, τὰν δὲ τρίταν ἐμ μη- | |
νὶ Ἀλσείωι ἐπὶ τοῦ αὐτοῦ μονάρχου, τὰν δὲ τετάρταν | |
ἐμ μηνὶ τετάρτωι ἐπὶ μονάρχου ὅς κα γένηται τρίτος | |
15 | σὺν Θευδώρωι· ἵνα δὲ ἐπαύξηται τὰ τίμια τᾶς θεοῦ |
φαίνωνταί τε ταὶ γαμοῦσαι πᾶσαι τᾶν τε πολειτίδω- | |
ν καὶ νό[θ]ων καὶ παροίκων κατὰ δύναμιν τὰν αὑτῶν τι- | |
μῶσαι τὰν θεόν, ὅσαι κα γαμῶνται, χρηματισθείσας | |
εἰσωμοσίας, θυόντω πᾶσαι τᾶι θεῶι ἱερῆον μετὰ τὸν | |
20 | γάμον ἐν ἐνιαυτῷ· ταῖ<ς> δὲ συντελούσαις τὰ ἐψαφισ- |
μένα ἄμεινον ἦμεν· ὁμοίως δὲ καὶ ἀκολούθως τοῖς | |
προκεκυρωμένοις συντελῶντι τὰς θυσίας τοῖς τε | |
ἐμπόροις καὶ τοῖς ναυκλάροις τοῖς ὁρμωμένοις ἐκ τᾶς π- | |
όλιος· ὅσσοι κα μὴ θύσωντι ὡς γέγραπται, ἐπιτίμιόν τε | |
25 | αὐτοῖς ἔστω καὶ ὀφειλόντω ἐπιτίμιον τᾷ ἱερείαι δραχμὰς |
δέκα, ἁ δὲ πρᾶξις ἔστω αὐτᾶι καθάπερ ἐγ δίκας· τοὺς δὲ | |
ἀγερμοὺς τᾶν σαλαΐδων καὶ τἆλλα περὶ αὐτῶν γίνεσθα[ι] | |
πάντα κατὰ τὰ προκεκυρωμέν<α> ἐπὶ μονάρχου Λευκίπ- | |
που· ἀπὸ δὲ τῶν ἀ<γ>ερμῶν θυέτω ἕκαστος τῶν προε- | |
30 | στακότων τᾶι Ἀφροδίται τᾶι Πανδάμωι <τ>ᾶι ἐνάται τ[οῦ] |
Πανάμου μηνὸς ἱερεῖον τέληον· καὶ ἐπειδὴ διὰ̣ τ[ὸν γεγονό]- | |
τα σεισμὸν τὰ μὲν προπέπτωκε τῶν̣ [— — — — — — — τῶν] | |
τε ἱστιατορίων̣ [— —]#⁷#⁷Ι̣Γ̣Ρ̣[— — — — — καὶ τῶν ἄλλων] | |
χρηστηρίω[ν — — — — — — — — — — — — — — — — — —] | |
35 | κ̣ινδυνε[υ— — — — — — — — — — — — — — — — — — —] |
[— — — — — — — — — — — — — — — — — — — — — — —] | |
frg. c | [— — — — — — — — — — — — — — — — — — — — — — —] |
38 | [— — — — — — — — — — — — — — —]ΑΟ[․․]Τ̣Ω̣[— — —] |
[— — — — — — — — — — — — — τὰ]ν κατασκ̣[ευὰν — —] | |
lacuna | |
frg. b.40 | [— — — — — — — — — — — — τ]ῶ[ι] δ̣άμ[ωι] ποτ̣ὶ [— —] |
[— — — — — — — —] Ἀφροδείτ[ας Πο]ντίας τὸν ἀνάμε- | |
σ̣ον το̣[ῦ ἱεροῦ τοῦ] Ἡρακλήου καὶ τῶν νεωρίων τῶν [κα]- | |
τεσκε[υασμ]ένων τοῖς κλείθροις δι[α]λείπων εἴσοδο[ν] | |
ἐκ τῶν ναυπαγίων· τὸ δὲ ἐσόμενον δαπάναμα ἐς τὰ[ν] | |
45 | παροικοδομίαν ὥστε γενηθῆμεν δίοδ[ο]ν δι’ αὐτάν, χ[ει]- |
ρισθέντος δὲ τοῦ ἀπολογισμοῦ τελεσάντω τοῖ[ς] | |
αἱρεθεῖσιν ἐπιστάταις ἀπὸ τᾶς πράτας καταβολᾶς | |
ἔστε κα ἀπολογίξητα<ι> ὁ ἀρχιτέκτων· ἵνα δὲ καὶ εἰς τ[ὸν] | |
μετὰ ταῦτα χρόνον ἐπιμελήας τυνχάνῃ τό τε ἱ<ε>ρὸ[ν] | |
50 | τᾶς Ἀφροδίτας Πανδάμου καὶ τᾶς Ποντίας, ἀποτα- |
χθέντος διαφόρου εἰς τὰν ἐπισκευὰν αὐτῶν, τοὶ μ[ὲ]- | |
ν θησαυροὶ ἀνοιγέσθων καθ’ ἕκαστον ἐνιαυτὸν | |
ὑπό τε τῶν προστατῶν καὶ τᾶς ἱερείας ἐν μηνὶ Δα[λί]- | |
ωι· τοῦ δὲ ἐξαιρεθέντος τὸ μὲν ἥμισον ἔστω τᾶς ἱε- | |
55 | ρείας, τὸ δ’ ἥμυσυ τῆς θεοῦ· τοὶ δὲ προστάται ἀναφ[ε]- |
ρόντω ἐπὶ τοὺς ταμίας <καὶ> διατηρεύντω ἐν τῷ τῶν π[α]- | |
ραδόντων λόγωι ἴδιον τᾶς θεοῦ εἰς ἐπισ̣κ̣ε̣[υὰν τῶν] | |
ἐν τοῖς ἱερ<ο>ῖς· καὶ μὴ ἐξέστω μη̣θ̣ε̣[νὶ εἰς ἄλλο τι] | |
[καταχρῆσθα]ι· αἰ δὲ κά τις π[αρὰ ταῦτα ποιῆι — — —] | |
[— — — — — — — — — — — — — — — — — — — —] |