Diagraphe for the sale of the priesthood of Aphrodite Pandamos and Pontia.  Three non-joining fragments of a stele of white marble, inscribed on the front and the back (nos. 301-302).
[ ] Kos Isl. — Kos — Sanct. of Aphrodite — aft. 198 BC — M. Segre, Iscr. di Cos (1993) ED 178, A (a, b)
frg. a.1 ἀγαθᾶι τύχαι· ἐπὶ μονάρχου Θευδώρου, μηνὸς Δαλ[ί]-
ου ἑκκαιδεκάται, τάδε ἀπήνεκκαν τοὶ ἄνδρες τοὶ αἱρεθέν-
τες ἐγγράψαι περὶ τᾶς ἱερωσύνας τᾶς Ἀφροδίτας τᾶς
Πανδάμου, Κλεινίας Φιλίτα, Κλεύμαχος Φανομάχου,
5 Δαμοφῶν Μένωνος· τοὶ πωληταὶ ἀποδόσθων τὰν ἱε-
ρωσύναν μηνὸς Ἀλσείου ἐν ἀρχαιρεσίαις· ἁ πριαμένα
ἔστω ὑγιὴς καὶ ὁλόκλαρος καὶ τελέα· ἱεράσθω δὲ ἐπὶ
βίου· τὰ μὲν ἄλ<λ>α κατὰ τὰς πρότερον διαγραφάς· κατα-
βολὰς δὲ ποιήσει τὰς τοῦ εὑρόντος ἀργυρίου ποτὶ μέ-
10 ρος τέσσαρας, τὰν μὲν πράταν ἐμ μηνὶ Ἀλσείωι τῶι
ἐπὶ Θευδώρου, τὰν δὲ δευτέραν ἐμ μηνὶ Γερα<σ>τίωι
τῶι μετὰ μόναρχον Θεύδωρον, τὰν δὲ τρίταν ἐμ μη-
νὶ Ἀλσείωι ἐπὶ τοῦ αὐτοῦ μονάρχου, τὰν δὲ τετάρταν
ἐμ μηνὶ τετάρτωι ἐπὶ μονάρχου ὅς κα γένηται τρίτος
15 σὺν Θευδώρωι· ἵνα δὲ ἐπαύξηται τὰ τίμια τᾶς θεοῦ
φαίνωνταί τε ταὶ γαμοῦσαι πᾶσαι τᾶν τε πολειτίδω-
ν καὶ νό[θ]ων καὶ παροίκων κατὰ δύναμιν τὰν αὑτῶν τι-
μῶσαι τὰν θεόν, ὅσαι κα γαμῶνται, χρηματισθείσας
εἰσωμοσίας, θυόντω πᾶσαι τᾶι θεῶι ἱερῆον μετὰ τὸν
20 γάμον ἐν ἐνιαυτῷ· ταῖ<ς> δὲ συντελούσαις τὰ ἐψαφισ-
μένα ἄμεινον ἦμεν· ὁμοίως δὲ καὶ ἀκολούθως τοῖς
προκεκυρωμένοις συντελῶντι τὰς θυσίας τοῖς τε
ἐμπόροις καὶ τοῖς ναυκλάροις τοῖς ὁρμωμένοις ἐκ τᾶς π-
όλιος· ὅσσοι κα μὴ θύσωντι ὡς γέγραπται, ἐπιτίμιόν τε
25 αὐτοῖς ἔστω καὶ ὀφειλόντω ἐπιτίμιον τᾷ ἱερείαι δραχμὰς
δέκα, ἁ δὲ πρᾶξις ἔστω αὐτᾶι καθάπερ ἐγ δίκας· τοὺς δὲ
ἀγερμοὺς τᾶν σαλαΐδων καὶ τἆλλα περὶ αὐτῶν γίνεσθα[ι]
πάντα κατὰ τὰ προκεκυρωμέν<α> ἐπὶ μονάρχου Λευκίπ-
που· ἀπὸ δὲ τῶν ἀ<γ>ερμῶν θυέτω ἕκαστος τῶν προε-
30 στακότων τᾶι Ἀφροδίται τᾶι Πανδάμωι <τ>ᾶι ἐνάται τ[οῦ]
Πανάμου μηνὸς ἱερεῖον τέληον· καὶ ἐπειδὴ διὰ̣ τ[ὸν γεγονό]-
τα σεισμὸν τὰ μὲν προπέπτωκε τῶν̣ [— — — — — — — τῶν]
τε ἱστιατορίων̣ [— —]#⁷#⁷Ι̣Γ̣Ρ̣[— — — — — καὶ τῶν ἄλλων]
χρηστηρίω[ν — — — — — — — — — — — — — — — — — —]
35 κ̣ινδυνε[υ— — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — —]
frg. c [— — — — — — — — — — — — — — — — — — — — — — —]
38 [— — — — — — — — — — — — — — —]ΑΟ[․․]Τ̣Ω̣[— — —]
[— — — — — — — — — — — — — τὰ]ν κατασκ̣[ευὰν — —]
                                                                   lacuna
frg. b.40 [— — — — — — — — — — — — τ][ι] δ̣άμ[ωι] ποτ̣ὶ [— —]
[— — — — — — — —] Ἀφροδείτ[ας Πο]ντίας τὸν ἀνάμε-
σ̣ον το̣[ῦ ἱεροῦ τοῦ] Ἡρακλήου καὶ τῶν νεωρίων τῶν [κα]-
τεσκε[υασμ]ένων τοῖς κλείθροις δι[α]λείπων εἴσοδο[ν]
ἐκ τῶν ναυπαγίων· τὸ δὲ ἐσόμενον δαπάναμα ἐς τὰ[ν]
45 παροικοδομίαν ὥστε γενηθῆμεν δίοδ[ο]ν δι’ αὐτάν, χ[ει]-
ρισθέντος δὲ τοῦ ἀπολογισμοῦ τελεσάντω τοῖ[ς]
αἱρεθεῖσιν ἐπιστάταις ἀπὸ τᾶς πράτας καταβολᾶς
ἔστε κα ἀπολογίξητα<ι> ὁ ἀρχιτέκτων· ἵνα δὲ καὶ εἰς τ[ὸν]
μετὰ ταῦτα χρόνον ἐπιμελήας τυνχάνῃ τό τε ἱ<ε>ρὸ[ν]
50 τᾶς Ἀφροδίτας Πανδάμου καὶ τᾶς Ποντίας, ἀποτα-
χθέντος διαφόρου εἰς τὰν ἐπισκευὰν αὐτῶν, τοὶ μ[ὲ]-
ν θησαυροὶ ἀνοιγέσθων καθ’ ἕκαστον ἐνιαυτὸν
ὑπό τε τῶν προστατῶν καὶ τᾶς ἱερείας ἐν μηνὶ Δα[λί]-
ωι· τοῦ δὲ ἐξαιρεθέντος τὸ μὲν ἥμισον ἔστω τᾶς ἱε-
55 ρείας, τὸ δ’ ἥμυσυ τῆς θεοῦ· τοὶ δὲ προστάται ἀναφ[ε]-
ρόντω ἐπὶ τοὺς ταμίας <καὶ> διατηρεύντω ἐν τῷ τῶν π[α]-
ραδόντων λόγωι ἴδιον τᾶς θεοῦ εἰς ἐπισ̣κ̣ε̣[υὰν τῶν]
ἐν τοῖς ἱερ<ο>ῖς· καὶ μὴ ἐξέστω μη̣θ̣ε̣[νὶ εἰς ἄλλο τι]
[καταχρῆσθα]ι· αἰ δὲ κά τις π[αρὰ ταῦτα ποιῆι — — —]
[— — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us