Diagraphe for the sale of the priesthood of Hermes Enagonios.  Opisthographic stele of white marble, broken at the lower corners.
[ ] Kos Isl. — Kos — ca. 250-200 BC — M. Segre, Iscr. di Cos (1993) ED 145 (face A) — Chiron 31 (2001) 245, 6 (A, ll. 70-90) — SEG 51.1062 (A, ll. 70-90)
face A, front.1   ἀγαθᾶι τύχαι· τάδε διέγραψαν τοὶ αἱρεθέντες ὑπὲρ
  τᾶς ἱερωσύνας τοῦ Ἑρμᾶ τοῦ Ἐναγωνίου, Ἵππαρχος
  Νικολόχου, Ἀνδροσθένης Ἀλθαιμένευς, Χαρίδαμος Διο-
  φάντου· vac. ὁ πριάμενος τὰν ἱερωσύναν τοῦ Ἑρμᾶ τοῦ Ἐνα-
5   γωνίου ἔστω ὑγιὴς καὶ ὁλόκλαρος καὶ ἱερώσθω ἐπὶ βίου· ὁ πρι-
  άμενος τὰν ἱερατείαν ἀτελὴς ἔστω στρατείας ὑπερορ-
  ου, ἱπποτροφίας, τριηραρχίας, χοραγιᾶν, <λ>αμπαδαρχίας,
  καὶ τᾶν ἀλλᾶν λειτουρ̣γιᾶν πασᾶν· σπενδέτω δὲ καὶ ἐν
  τοῖς ἀγῶσιν, καὶ ἐμ προεδρίαι καθήσθω καθὰ καὶ τοὶ ἄλλοι ἱε-
10   ρ̣εῖς· ἐπιτιθέτω δὲ καὶ τὰ ἱερὰ ἐπὶ τὸμ βωμὸν πᾶσι τοῖς θύ-
  ουσι ὁ ἱερεύς· γέρη δὲ λαμβανέτω τῶν θυομένων τῶι
  Ἑρμᾶι τῶι Ἐναγωνίωι δέρμα καὶ σκέλος· ὁ μόναρχος ὁ γε-
  νόμενος μετὰ Μενοίτιον καὶ τοὶ ἱεροπο<ι>οὶ καὶ τοὶ ἄλλοι τοὶ
  ἀεὶ γινό〚․․〛μενοι {²⁶γινόμενοι}²⁶ ἀπὸ τοῦ ἀργυρίου τοῦ διατεταγμένου
15   αὐτοῖς ἐς τὰς κατὰ μῆνα θυσίας θυόντω ἐμ μὲν τοῖς ἄλ-
  λοις μ<η>σὶ τετράδι ἱσταμένου, τοῦ δὲ Ὑακινθίου τᾶι δευτέ-
  ραι καὶ τοῦ Ἀλσείου τᾶι δεκάται, ἑκάστου μηνὸς οἶν ἄρσε-
  να μὴ ἐλάσσονος ἄξιον δραχμᾶν ΔΔ<Δ>· ὁ ἱερεὺς ἐπὶ πᾶ-
  σαν τὰν θυσίαν ἃν θύει τῶι Ἑρμᾶι εἷ ὁ μόναρχος καὶ τοὶ ἱερο-
20   ποιοὶ συμπομπευέτω· ὁ ἀγωνοθέτας θυέτω καθὰ καὶ πρότε-
  ρον ἐν ταῖς τρισὶ προλαμπάσι ταῖς πράταις, Δαλίου δεκά-
  ται, ἑκκαιδεκάται, ἰκάδι, ἐν ἑκάσται προλαμπάδι ἱερεῖον
  τέλευν μὴ ἐλάσσονος ἄξιον τοῦ γεγραμ<μ>ένου ἐν τῶι νό-
  μωι δραχμᾶν 𐅄Δ· vac. θυέτω δὲ καὶ ἐν τᾶι λαμπάδι τοῦ μη-
25   νὸς τοῦ Ἀλσείου τᾶι δεκάται ἱερεῖον ποτὶ τὸ αὐτὸ πλῆ-
  θος τοῦ ἐκκειμένου ἀργυρίου, καθὰ καὶ πρότερον· τοὶ λαμ-
  πάδαρχοι θυόντω τῶι Ἑρμᾶι ταῖς τρισὶ προλαμπάσι ἕκται ἀπι-
  όντος Δαλίου, καὶ νευμηνίαι Ἀλσείου, ἕκται ἱσταμένου, ἕκασ-
  τος ἐν ἑκάσται προλαμ{ι}πάδι {²⁶προλαμπάδι}²⁶ ἱερεῖον τέλευν μὴ ἐλάσσο-
30   νος ἄξιον δραχμᾶν 𐅄Δ· vac. θυόντω δὲ καὶ τᾶι τετράδι τοῦ
Ἀλσείου πρὸ τοῦ τὰν ἔριν τᾶς λαμπάδος γίνεσθαι καὶ τᾶι δεκά-
  ται ἐπὶ τᾶι λαμπάδι, ἐν ἑκατέραι ἁμέραι ἕκαστος τῶν λαμπα-
  δάρχων ἱερεῖον μὴ ἐλάσσονος ἄξιον δραχμᾶν ΔΔΔΔ· τῶν
  λαμπαδάρχων ὁ νικάσας εὐεξίαι ἢ δρόμωι θυέτω ἀπὸ τοῦ νικα-
35   τηρίου τοῦ ἐκκειμένου ἐν τῶι νόμωι τῶι Ἑρμᾶι ὑπὲρ ἑκατέ-
  ρας νίκας μετὰ τὰν αὔριον τᾶς λαμπάδος ἱερεῖον τέ-
  λευν ἀπὸ δραχμᾶν ΔΔΔ· ὁ γυμνασίαρχος ὅς κα ἄρχηι
  μετὰ μόναρχον Μενοίτιον καὶ τοὶ ἄλλοι τοὶ ἀεὶ γινόμε-
  νοι ἀπὸ τοῦ ἀργυρίου τοῦ διδομένου αὐτοῖς ἐς τὰς διατοξεύ-
40   σεις καὶ διακοντισίας θυόντω τᾶς μὲν χειμερινᾶς ἑξαμήνου
  Θευδαισίου, Καφισίου, Γεραστίου, τᾶς δὲ θερινᾶς Ἀγριανίου, Πανά-
  μου, Ἀλσείου, ἑκάστου μηνὸς ἱερεῖον μὴ ἐλάσσονος ἄξιον
  δραχμᾶν v ΔΔ𐅃· θυόντω δὲ καὶ ἀπὸ τοῦ διδομένου αὐτοῖς εἰς τὰς
  διαδρομὰς τοῦ Ἀρταμιτίου καὶ τοῦ Ἀγριανίου ἐν ἑκατέρωι μηνὶ ἱε-
45   ρεῖον μὴ ἐλάσσονος ἄξιον δραχμᾶν 𐅄· θυόντω δὲ καὶ τοῦ μηνὸς
  τοῦ Ἀλσείου τᾶι δεκάται καθὰ καὶ πρότερον ἱερεῖον μὴ ἐλάσσονος
  ἄξιον τοῦ ἐν τῶι νόμωι γεγραμμένου δραχμᾶν 𐅄Δ· ὁ παιδο-
  νόμος ὅς κα ἄρχηι μετὰ μόναρχον Μενοίτιον καὶ τοὶ ἀεὶ γινό-
  μενοι θυόντω τοῦ μηνὸς τοῦ Ὑακινθίου τᾶι δευτέραι τῶι Ἑρ-
50   μᾶι ἱερεῖον τέλευν ἀπὸ δραχμᾶν v 𐅄Δ· τοὶ δὲ ταμίαι διδόν-
  τω αὐτοῖς τὸ τεταγμένον· vac. τοῦ μηνὸς τοῦ Ὑακινθίου τᾶι
  δευτέραι μετὰ τὸ συντελεσθῆμεν τὸν μακρὸν δρόμον γίνεσ-
θαι λαμπάδα παίδων πρὶν ἢ τὰς πομπὰς ἀποστέλλεσθαι· ὁ δὲ παι-
δονόμος μετὰ τοῦ ἱερέως τοῦ Ἑρμᾶ καὶ τοῦ ἀγωνοθέτα καταλε-
55   ξάτω παῖδας ἐκ τῶν παραβαλλόντων ἐς τὰς παλαίστρας, τὸν
  ἴσον ἀριθμὸν ὃς καὶ ἐπὶ τῶν τρεχόντων τᾶι δεκάται τοῦ Ἀλσείου ἐν
  τῶι νόμωι γέγραπται· ἀλειφέσθων δὲ ἐπεί κα μέλλοντι τρέχεν 〚Α〛
  ἀπὸ τοῦ ἐλαίου τοῦ ἐκτιθεμένου ὑπὸ τοῦ γυμνασιάρχου· τοῦ
  δὲ ἱερείου οὗ θύει ὁ παιδονόμος τᾶι δευτέραι τοῦ Ὑακινθίου τῶι
60   Ἑρμᾶι τὰ μὲν ἄλλα κρέα διανειμάτω τοῖς δραμοῦσι τὰν
  λαμπάδα, τ δὲ εὐώνυμον σκέλος <⁶¹διδότω ἆθλον τῶι νικάσαν>⁶¹-
  τι τὰμ πράταν· αἰ δέ κά τινες ἐρίζωντι ὑπὲρ τᾶς πράτας
  γίνεσθαι καὶ ἐπὶ τούτων τὰν διαδρομὰν κατὰ ταὐτὰ καθὰ καὶ ἐπὶ
  τῶν τᾶι τετράδι τοῦ Ἀλσείου ἐριζόντων ἐν τῶι νόμωι γέγραπται·
65   ὁ παιδονόμος τᾶι δεκάται τοῦ Ἀλσείου θυέτω ἐν τᾶι λαμπάδι ἱε-
  ρεῖον τῶι Ἑρμᾶι καθὰ ἐν τῶι νόμωι γέγραπται μὴ ἐλάσσονος
  ἄξιον δραχμᾶν ΔΔΔ· κατὰ ταὐτὰ <δ>ὲ θυέτω καὶ τὸ ἕτερον
  ἱερεῖον ὃ γέγραπται ἐν τῶι νόμωι· ἆθλον δίδοσθαι τοῖς νικῶ-
  σι ἀπὸ τοῦ ἐκκειμένου ἀργυρίου δραχμᾶν ΔΔΔ· τοὶ στρα-
70   ταγοὶ ἀπὸ τοῦ ἀργυρίου τοῦ διδομένου αὐτοῖς ἐς τὰς δια-
  τοξείας τῶν βαλλόντων τῶι καταπάλται θυντω τῶι
  Ἑρμᾶι τοῦ μηνὸς τοῦ Ἀρταμιτίου καὶ τοῦ Πανάμου καὶ Καρνεί-
  ου καὶ Καφισίου, ἐν ἑκάστωι μηνὶ τῶν γεγραμμένων ἱερεῖον μὴ
  ἐλάσσονος ἄξιον δραχμᾶν v ΔΔΔΔ· v ὅσοι κα νικάσωντι στε-
75   φανίταν ἀγῶνα, θυόντω τῶι Ἑρμᾶι τῶι Ἐναγωνίωι ἱερεῖον μὴ ἐ-
  λάσσονος ἄξιον δραχμᾶν v ΔΔΔΔ, ἐπεί κα τὰν ἀν{αν}αγόρευ-
  σιμ {²⁶ἀναγόρευσιν}²⁶ ποιῶνται τοὶ προστάται τῶν νικώντων τὸς στεφανίτας ἀ-
  γῶνας· τὸν στέφανον ἐπιτιθέτω τῶι νικῶντι ὑπὲρ τᾶς πόλιος
  ὁ ἱερεὺς τοῦ Ἑρμᾶ· v τοὶ παιδοτρίβαι τοὶ ὑπὸ τᾶς βουλᾶς δοκι-
80   μασθέντες θυόντω τῶι Ἑρμᾶι τοῦ μηνὸς τοῦ Ὑακινθίου τᾶι
  δευτέραι τοὶ πάντες ἱερεῖον μὴ ἐλάσσονος ἄξιον δρα-
  χμᾶν ΔΔΔ· τὰ πίπτοντα ἀπὸ μηνὸς Βαδρομίου τοῦ ἐπὶ Με-
[ν]οιτίου ἐ̣ξ̣ ἀστυνόμων καὶ τὰ ἐξ ἀγορανόμων χωρὶ τῶν
[— — — — κ]αὶ ἐμπορικῶν παραβολίων καὶ ἐπιδεκάτων τῶ̣[ν]
85 [— — — — πάν]τ̣α ἦμεν ἱερὰ τοῦ Ἑρμᾶ· v τοὶ ἐργωνήσαντε[ς]
[παρὰ — — — —]ητᾶν ἢ ἐπιστατᾶν ἀπό τε καὶ τοῦ Βαδρο[μί]-
[ου τοῦ ἐπὶ Μενοι]τίου ἀπαρχέσθων ἀπὸ παντὸς τοῦ Ι̣ Ι̣Ι̣[— —]
[— — — — — — — —]αν τῶι Ἑρμᾶι, καὶ ὧμ μέν κα τοὶ ταμ̣[ίαι]
[— — — — — — — —]#⁷αι ἔργων, ὑπολογεύντω αὐτοῖ̣ς̣ [— — —]
90 [— — — — — — — — — —] ἀπὸ τᾶς πράτας δόσιος το̣[— — — —]
                                                           vacat 0,47
face B, back.91   ἐ̣ς τὰν ἀπαρχὰν ἔ̣στε κα τοὶ ἐπιστάται τοὶ ἀντυπο-
λογήσαντες τοῖς ἐργώναις· κατὰ ταὐτὰ τοὶ ἐπιστά-
  ται τοῖς ταμίαις τὸ ἀργύριον ἀποδόντω· vac. ὁ ἱερεὺς
  μετὰ τοῦ γυμνασιάρχου καθ’ ἕκαστον ἐνιαυτὸν
95   τοῦ μηνὸς τοῦ Ἀγριανίου τ̣ᾶι νευ̣μηνίαι ἀποδεικνύτω
  ἐκ τῶν παραβαλλόντων ἐς τὸ γύμνασιον νέων ἐπιμη-
  νίους πέντε ἐν τᾶι ἐκκλησίαι, ἕκαστος αὐτῶν μετ’ ἐ-
  ξουσίας̣ στολίζ̣ε̣σθαι· τοῖς δὲ αἱρεθεῖσι τοὶ ταμίαι τε-
  λεύντων δραχμὰς Λ#⁷․․․ ἀπὸ τοῦ ποτιπορευομέν[ου]
100   ἀργυρίου 𐅅ΗΗ καὶ βοῦν̣ ἔστε δραχμὰς Η̣ΗΗ καὶ καύσιμ[α]
  ξ̣ύλα καὶ οἶν ἔστε δραχμὰς 𐅄Δ· vac. θυόντω δὲ τοὶ ἐπι-
  μήνιοι τετράδι ἱσταμένου Ὑακινθίου πομπεύσαντες
  ὑπὲρ τᾶς πόλιος μετὰ τοῦ ἱερέως καὶ τοῦ γυμνασιάρχου καὶ
  ὑπογυμνασιάρχου καὶ τῶν νέων τῶι Ἑρμᾶι βοῦν μὴ ἐλάσσω-
105   νος ἄξιον δραχμᾶν ΗΗ𐅄 καὶ ὗν μὴ ἐλάσσωνος ἄξιον
  δραχμᾶν 𐅄· vac. τῶν δὲ ἀποδυομένων ἐς τὸ γυμνάσιον
  οἵ κα δήλωνται χωρὶ ἐφήβων διδόντω τοῖς ἐπιμηνίοις
  ἐς τὰν συναγωγὰν καὶ πανάγυριν τῶν Ἑρμαίων ἕκασ-
  τος δραχμὰς δύο ἐφ’ ἑκατέραν ἁμέραν· τοὶ δὲ ἐπιμήνι-
110   οι τοὺς ἐπιτελέσαντας τὸ γεγραμμένον ἀπ̣ὸ̣ τ̣ᾶς̣ [․]Ο̣Τ̣Ι̣
  ․․․․Σ πομπᾶς ΩΙΤΟΛ[․]ΤΑ․․․ΛΣΙΓΟ[․․]ΤΡΑΣ[․․]Α[․]ΠΑΓΟ[․․]
  ․․․ΑΣΟΥΛΤΟΜΙΝΕΙΩ[— — — — — — — — — — — — — —]ΑΙ
  ․․ΑΓΟΙΣΘΥΕΙΝ[․]ΓΕΑΣ[․]ΥΣ[— — — — — — — — — — — —]
  ․․․․ΟLΛΤΗ[․․]ΥΕΤΓΕΙ[— — — — — —]ΜΕΙΤΑΑ[— —]ΕΙΝΑ[․]
115   Α̣Ι ἀπὸ τῶν τοῦ θεοῦ χρημάτων [— —]ΤΑΝΙΙΧΟ[— —]Ο τας ἱερ-
  ας ΤΑ̣ΣΣ̣Π̣[․]Τ̣ΑΡ̣Χ̣[․]ΟΙ̣Σ̣ΕΜΕΙ[— — — — — — — — —]<⁶¹ντας τῶι>⁶¹
  γ̣υμνασιάρ̣χ̣[ωι] ΕΓΑΓΩ[— — — — — — —] ὁ̣ δ̣[ὲ ἱ]ε̣ρ̣ε̣ὺς̣ ἐπιθέτω
  π̣ᾶν ἱε̣ρε̣ῖ̣ον τοῖ̣ς̣ ἐν[․․]Τ[․․]Σ[— —]Τ[— — — — — — — —]ΤΑΝΗ̣
  ΑΣ μετὰ τοῦ ἱερέως καὶ το̣ῦ̣ [— — — — — — θυσ][τω ἀπὸ] τοῦ
120   διδομένου ἀργυρίου ὃ κατ̣α̣[— — — — — — — —]ΑΣΣ[— —] ἁ θυσία γί-
  νεται τοῦ Ὑακινθίου μ̣η̣ν̣ὸς τρ̣ι̣ακ̣ά̣δ̣ι· vac. Γ[․]Ι[․]ΤΑΙ[․] ἦ̣με̣ν ἱε-
  ρὰς καθὰ καὶ τὰς̣ ἄλλας [— — — — —]ΕΙΣ[․]Λ[․]ΑΕΤΑΙΤ[— —]ΛΛ[․]Σ
  ΤΟΣ ἐν τᾶι παλαίστραι Σ[․]ΑΣ[— — — —]ΣΑΓ[․․]ΛΕ[— — —]ΑΓΟ
  ΡΑΣ πάντας· vac. τ̣ῶ̣ι δὲ ἀγων̣ο̣θετ̣ε̣ῦ̣ν̣[τι τ]ὰ κατὰ πενταετηρίδα
125   Ἀσκλαπίεια ἐπιθέτ̣ω̣ ὁ ἱερε̣ὺ̣ς π̣άντ̣α τ̣ὰ ἱ̣ερεῖα̣ μ̣ε̣τ̣ὰ̣ τῶν ἐπι-
  μηνίων Κ̣ΑΙΥΠΕ[․․]ΙΑΣ[— — —]ΑΤΟ [μην]ὸ̣[ς] Ἀρ̣ταμ̣ι̣τ̣[ίο]υ τ̣ᾶι
  τετράδι vac. τὸν νικῶντα τὰν λαμπάδα τὰν τιθεμέναν τῶι Ἑρ-
  μᾶι καὶ τοὺς νικῶντας τὸν γυμνικὸν ἀγῶνα τῶν Ἑρμαίων ἀναγ-
  γελλέτω μὲν ὁ ἱερεὺς καὶ στεφανούτω ἑκάστου[ς· λ]όγον δὲ ἐς κι-
130   βωτὸν καταβαλλέτω τᾶ̣ς γ̣ε̣ν̣ομ̣[έν]ας δ̣α̣[πά]ν̣ας ἐ̣ν αἷς κα̣ ἁμέ-
  ραις θυσίαι συντελῶ̣ν̣ται κατὰ τάνδε τὰν διαγραφάν· ἐστε-
  φανῶσθαι τὰ ἀγάλματα τοῦ θεοῦ τὰ ἐν τῶι γυμνασίωι πάντα·
  τοὶ δὲ ἀγορανόμοι ἐπιμελέσθων ὅπως ὁ πριάμενος τὰν στοὰν
  τῶν Ἑρμῶν στεφανο̣ῖ, καθάπερ καὶ [τὰ ἐ]ν τᾶι ἀγορᾶι ἀγάλμα-
135   τα στεφανοῦν αὐτὸν ποτιτέτακται. vac. ἀποδόσθων τοὶ πω-
  ληταὶ τοὶ ἐν ἀρχᾶι εὖντες τὰν ἱερωσύναν τοῦ Ἑρμᾶ, ὁ δὲ πρι-
  άμενος καταβαλεῖ τὸ ἀργύριον ἐπὶ τὸς ταμίας ποεύμε-
  νος καταβολὰς τρεῖς, τὰν μὲν πράταν ἐμ μηνὶ Γεραστίωι,
  τὰν δὲ δευτέραν ἐν Ὑακινθίωι, τὰν δὲ τρίταν ἐν τῶι Ἀλσείωι
140   ἐπὶ Μενοιτίου. vac. τὸ ἀργύριον τὸ περιττὸν ἀπὸ τᾶς ἱερατεί-
  ας διαγραψάντω τοὶ λογισταὶ ἀποδοῦσαν τὰν πόλιν τῶι Ἑρ-
  μᾶι· ἐπεὶ δέ κα ἁ πόλις ἐλευθέρα γένηται τῶν χρεῶν, ἃ ἐ-
  ΕΛ․․․․ ἐπιστέλαι ἐπὶ Μενοίτιον μόναρχον, βουλεύσασ-
  θαι τὸν δᾶμον ἃ δεῖ συντελέσθαι τῶι θεῶι ἀπὸ τῶν χρή-
145   μάτων τούτων ἔστε κα τῶι ἐπιστάται δίδοντες τοὶ
  προστάται καὶ τοὶ ταμίαι τὸν λόγον. vac. αἴ κα τοὶ ταμίαι τὰ
[χ]ρήματα τὰ ποτιπορευόμενα τῶι θεῶι κατὰ τάνδε vac.
[τὰ]ν διαγραφὰν ἢ τούτων τι δανείζωνται ἢ μὴ δίδωντι
[τὰ] ἐς τὰς θυσίας κατα[γρ]α[φ][ν]τα αὐτοῖς ὡς γέγραπται,
150 [ἀ]ποτεισάντω ἐπ[ιτίμιον] δ[ρα]χμὰς τρισχιλίας ἱε-
  ρὰς τοῦ Ἑρμᾶ· κατα[γρ]α̣ψ̣ά̣ν̣τω δὲ τὸ ἐ̣ς τὰς θ̣υσίας καὶ τὸ
  νῦν παραδιδόμενον [ἀρ]γ̣ύ̣ριον̣ ΥΠΟ[— — —]ΛΠ[— — — —]
  τῶι Ἑρμᾶι.  vacat
                                              vacat 0,47
Search Help
Contact Us