Diagraphe for the sale of the priesthood of Hermes Enagonios. Opisthographic stele of white marble, broken at the lower corners.
[ ]
Kos Isl. — Kos — ca. 250-200 BC — M. Segre, Iscr. di Cos (1993) ED 145 (face A) — Chiron 31 (2001) 245, 6 (A, ll. 70-90) — SEG 51.1062 (A, ll. 70-90)
See also:
face A, front.1 | ἀγαθᾶι τύχαι· τάδε διέγραψαν τοὶ αἱρεθέντες ὑπὲρ |
τᾶς ἱερωσύνας τοῦ Ἑρμᾶ τοῦ Ἐναγωνίου, Ἵππαρχος | |
Νικολόχου, Ἀνδροσθένης Ἀλθαιμένευς, Χαρίδαμος Διο- | |
φάντου· vac. ὁ πριάμενος τὰν ἱερωσύναν τοῦ Ἑρμᾶ τοῦ Ἐνα- | |
5 | γωνίου ἔστω ὑγιὴς καὶ ὁλόκλαρος καὶ ἱερώσθω ἐπὶ βίου· ὁ πρι- |
άμενος τὰν ἱερατείαν ἀτελὴς ἔστω στρατείας ὑπερορί- | |
ου, ἱπποτροφίας, τριηραρχίας, χοραγιᾶν, <λ>αμπαδαρχίας, | |
καὶ τᾶν ἀλλᾶν λειτουρ̣γιᾶν πασᾶν· σπενδέτω δὲ καὶ ἐν | |
τοῖς ἀγῶσιν, καὶ ἐμ προεδρίαι καθήσθω καθὰ καὶ τοὶ ἄλλοι ἱε- | |
10 | ρ̣εῖς· ἐπιτιθέτω δὲ καὶ τὰ ἱερὰ ἐπὶ τὸμ βωμὸν πᾶσι τοῖς θύ- |
ουσι ὁ ἱερεύς· γέρη δὲ λαμβανέτω τῶν θυομένων τῶι | |
Ἑρμᾶι τῶι Ἐναγωνίωι δέρμα καὶ σκέλος· ὁ μόναρχος ὁ γε- | |
νόμενος μετὰ Μενοίτιον καὶ τοὶ ἱεροπο<ι>οὶ καὶ τοὶ ἄλλοι τοὶ | |
ἀεὶ γινό〚․․〛μενοι {²⁶γινόμενοι}²⁶ ἀπὸ τοῦ ἀργυρίου τοῦ διατεταγμένου | |
15 | αὐτοῖς ἐς τὰς κατὰ μῆνα θυσίας θυόντω ἐμ μὲν τοῖς ἄλ- |
λοις μ<η>σὶ τετράδι ἱσταμένου, τοῦ δὲ Ὑακινθίου τᾶι δευτέ- | |
ραι καὶ τοῦ Ἀλσείου τᾶι δεκάται, ἑκάστου μηνὸς οἶν ἄρσε- | |
να μὴ ἐλάσσονος ἄξιον δραχμᾶν ΔΔ<Δ>· ὁ ἱερεὺς ἐπὶ πᾶ- | |
σαν τὰν θυσίαν ἃν θύει τῶι Ἑρμᾶι εἷ ὁ μόναρχος καὶ τοὶ ἱερο- | |
20 | ποιοὶ συμπομπευέτω· ὁ ἀγωνοθέτας θυέτω καθὰ καὶ πρότε- |
ρον ἐν ταῖς τρισὶ προλαμπάσι ταῖς πράταις, Δαλίου δεκά- | |
ται, ἑκκαιδεκάται, ἰκάδι, ἐν ἑκάσται προλαμπάδι ἱερεῖον | |
τέλευν μὴ ἐλάσσονος ἄξιον τοῦ γεγραμ<μ>ένου ἐν τῶι νό- | |
μωι δραχμᾶν 𐅄Δ· vac. θυέτω δὲ καὶ ἐν τᾶι λαμπάδι τοῦ μη- | |
25 | νὸς τοῦ Ἀλσείου τᾶι δεκάται ἱερεῖον ποτὶ τὸ αὐτὸ πλῆ- |
θος τοῦ ἐκκειμένου ἀργυρίου, καθὰ καὶ πρότερον· τοὶ λαμ- | |
πάδαρχοι θυόντω τῶι Ἑρμᾶι ταῖς τρισὶ προλαμπάσι ἕκται ἀπι- | |
όντος Δαλίου, καὶ νευμηνίαι Ἀλσείου, ἕκται ἱσταμένου, ἕκασ- | |
τος ἐν ἑκάσται προλαμ{ι}πάδι {²⁶προλαμπάδι}²⁶ ἱερεῖον τέλευν μὴ ἐλάσσο- | |
30 | νος ἄξιον δραχμᾶν 𐅄Δ· vac. θυόντω δὲ καὶ τᾶι τετράδι τοῦ |
Ἀλσείου πρὸ τοῦ τὰν ἔριν τᾶς λαμπάδος γίνεσθαι καὶ τᾶι δεκά- | |
ται ἐπὶ τᾶι λαμπάδι, ἐν ἑκατέραι ἁμέραι ἕκαστος τῶν λαμπα- | |
δάρχων ἱερεῖον μὴ ἐλάσσονος ἄξιον δραχμᾶν ΔΔΔΔ· τῶν | |
λαμπαδάρχων ὁ νικάσας εὐεξίαι ἢ δρόμωι θυέτω ἀπὸ τοῦ νικα- | |
35 | τηρίου τοῦ ἐκκειμένου ἐν τῶι νόμωι τῶι Ἑρμᾶι ὑπὲρ ἑκατέ- |
ρας νίκας μετὰ τὰν αὔριον τᾶς λαμπάδος ἱερεῖον τέ- | |
λευν ἀπὸ δραχμᾶν ΔΔΔ· ὁ γυμνασίαρχος ὅς κα ἄρχηι | |
μετὰ μόναρχον Μενοίτιον καὶ τοὶ ἄλλοι τοὶ ἀεὶ γινόμε- | |
νοι ἀπὸ τοῦ ἀργυρίου τοῦ διδομένου αὐτοῖς ἐς τὰς διατοξεύ- | |
40 | σεις καὶ διακοντισίας θυόντω τᾶς μὲν χειμερινᾶς ἑξαμήνου |
Θευδαισίου, Καφισίου, Γεραστίου, τᾶς δὲ θερινᾶς Ἀγριανίου, Πανά- | |
μου, Ἀλσείου, ἑκάστου μηνὸς ἱερεῖον μὴ ἐλάσσονος ἄξιον | |
δραχμᾶν v ΔΔ𐅃· θυόντω δὲ καὶ ἀπὸ τοῦ διδομένου αὐτοῖς εἰς τὰς | |
διαδρομὰς τοῦ Ἀρταμιτίου καὶ τοῦ Ἀγριανίου ἐν ἑκατέρωι μηνὶ ἱε- | |
45 | ρεῖον μὴ ἐλάσσονος ἄξιον δραχμᾶν 𐅄· θυόντω δὲ καὶ τοῦ μηνὸς |
τοῦ Ἀλσείου τᾶι δεκάται καθὰ καὶ πρότερον ἱερεῖον μὴ ἐλάσσονος | |
ἄξιον τοῦ ἐν τῶι νόμωι γεγραμμένου δραχμᾶν 𐅄Δ· ὁ παιδο- | |
νόμος ὅς κα ἄρχηι μετὰ μόναρχον Μενοίτιον καὶ τοὶ ἀεὶ γινό- | |
μενοι θυόντω τοῦ μηνὸς τοῦ Ὑακινθίου τᾶι δευτέραι τῶι Ἑρ- | |
50 | μᾶι ἱερεῖον τέλευν ἀπὸ δραχμᾶν v 𐅄Δ· τοὶ δὲ ταμίαι διδόν- |
τω αὐτοῖς τὸ τεταγμένον· vac. τοῦ μηνὸς τοῦ Ὑακινθίου τᾶι | |
δευτέραι μετὰ τὸ συντελεσθῆμεν τὸν μακρὸν δρόμον γίνεσ- | |
θαι λαμπάδα παίδων πρὶν ἢ τὰς πομπὰς ἀποστέλλεσθαι· ὁ δὲ παι- | |
δονόμος μετὰ τοῦ ἱερέως τοῦ Ἑρμᾶ καὶ τοῦ ἀγωνοθέτα καταλε- | |
55 | ξάτω παῖδας ἐκ τῶν παραβαλλόντων ἐς τὰς παλαίστρας, τὸν |
ἴσον ἀριθμὸν ὃς καὶ ἐπὶ τῶν τρεχόντων τᾶι δεκάται τοῦ Ἀλσείου ἐν | |
τῶι νόμωι γέγραπται· ἀλειφέσθων δὲ ἐπεί κα μέλλοντι τρέχεν 〚Α〛 | |
ἀπὸ τοῦ ἐλαίου τοῦ ἐκτιθεμένου ὑπὸ τοῦ γυμνασιάρχου· τοῦ | |
δὲ ἱερείου οὗ θύει ὁ παιδονόμος τᾶι δευτέραι τοῦ Ὑακινθίου τῶι | |
60 | Ἑρμᾶι τὰ μὲν ἄλλα κρέα διανειμάτω τοῖς δραμοῦσι τὰν |
λαμπάδα, τὸ δὲ εὐώνυμον σκέλος <⁶¹διδότω ἆθλον τῶι νικάσαν>⁶¹- | |
τι τὰμ πράταν· αἰ δέ κά τινες ἐρίζωντι ὑπὲρ τᾶς πράτας | |
γίνεσθαι καὶ ἐπὶ τούτων τὰν διαδρομὰν κατὰ ταὐτὰ καθὰ καὶ ἐπὶ | |
τῶν τᾶι τετράδι τοῦ Ἀλσείου ἐριζόντων ἐν τῶι νόμωι γέγραπται· | |
65 | ὁ παιδονόμος τᾶι δεκάται τοῦ Ἀλσείου θυέτω ἐν τᾶι λαμπάδι ἱε- |
ρεῖον τῶι Ἑρμᾶι καθὰ ἐν τῶι νόμωι γέγραπται μὴ ἐλάσσονος | |
ἄξιον δραχμᾶν ΔΔΔ· κατὰ ταὐτὰ <δ>ὲ θυέτω καὶ τὸ ἕτερον | |
ἱερεῖον ὃ γέγραπται ἐν τῶι νόμωι· ἆθλον δίδοσθαι τοῖς νικῶ- | |
σι ἀπὸ τοῦ ἐκκειμένου ἀργυρίου δραχμᾶν ΔΔΔ· τοὶ στρα- | |
70 | ταγοὶ ἀπὸ τοῦ ἀργυρίου τοῦ διδομένου αὐτοῖς ἐς τὰς δια- |
τοξείας τῶν βαλλόντων τῶι καταπάλται θυόντω τῶι | |
Ἑρμᾶι τοῦ μηνὸς τοῦ Ἀρταμιτίου καὶ τοῦ Πανάμου καὶ Καρνεί- | |
ου καὶ Καφισίου, ἐν ἑκάστωι μηνὶ τῶν γεγραμμένων ἱερεῖον μὴ | |
ἐλάσσονος ἄξιον δραχμᾶν v ΔΔΔΔ· v ὅσοι κα νικάσωντι στε- | |
75 | φανίταν ἀγῶνα, θυόντω τῶι Ἑρμᾶι τῶι Ἐναγωνίωι ἱερεῖον μὴ ἐ- |
λάσσονος ἄξιον δραχμᾶν v ΔΔΔΔ, ἐπεί κα τὰν ἀν{αν}αγόρευ- | |
σιμ {²⁶ἀναγόρευσιν}²⁶ ποιῶνται τοὶ προστάται τῶν νικώντων τὸς στεφανίτας ἀ- | |
γῶνας· τὸν στέφανον ἐπιτιθέτω τῶι νικῶντι ὑπὲρ τᾶς πόλιος | |
ὁ ἱερεὺς τοῦ Ἑρμᾶ· v τοὶ παιδοτρίβαι τοὶ ὑπὸ τᾶς βουλᾶς δοκι- | |
80 | μασθέντες θυόντω τῶι Ἑρμᾶι τοῦ μηνὸς τοῦ Ὑακινθίου τᾶι |
δευτέραι τοὶ πάντες ἱερεῖον μὴ ἐλάσσονος ἄξιον δρα- | |
χμᾶν ΔΔΔ· τὰ πίπτοντα ἀπὸ μηνὸς Βαδρομίου τοῦ ἐπὶ Με- | |
[ν]οιτίου ἐ̣ξ̣ ἀστυνόμων καὶ τὰ ἐξ ἀγορανόμων χωρὶ τῶν | |
[— — — — κ]αὶ ἐμπορικῶν παραβολίων καὶ ἐπιδεκάτων τῶ̣[ν] | |
85 | [— — — — πάν]τ̣α ἦμεν ἱερὰ τοῦ Ἑρμᾶ· v τοὶ ἐργωνήσαντε[ς] |
[παρὰ — — — —]ητᾶν ἢ ἐπιστατᾶν ἀπό τε καὶ τοῦ Βαδρο[μί]- | |
[ου τοῦ ἐπὶ Μενοι]τίου ἀπαρχέσθων ἀπὸ παντὸς τοῦ Ι̣ Ι̣Ι̣[— —] | |
[— — — — — — — —]αν τῶι Ἑρμᾶι, καὶ ὧμ μέν κα τοὶ ταμ̣[ίαι] | |
[— — — — — — — —]#⁷αι ἔργων, ὑπολογεύντω αὐτοῖ̣ς̣ [— — —] | |
90 | [— — — — — — — — — —] ἀπὸ τᾶς πράτας δόσιος το̣[— — — —] |
vacat 0,47 | |
face B, back.91 | ἐ̣ς τὰν ἀπαρχὰν ἔ̣στε κα τοὶ ἐπιστάται τοὶ ἀντυπο- |
λογήσαντες τοῖς ἐργώναις· κατὰ ταὐτὰ τοὶ ἐπιστά- | |
ται τοῖς ταμίαις τὸ ἀργύριον ἀποδόντω· vac. ὁ ἱερεὺς | |
μετὰ τοῦ γυμνασιάρχου καθ’ ἕκαστον ἐνιαυτὸν | |
95 | τοῦ μηνὸς τοῦ Ἀγριανίου τ̣ᾶι νευ̣μηνίαι ἀποδεικνύτω |
ἐκ τῶν παραβαλλόντων ἐς τὸ γύμνασιον νέων ἐπιμη- | |
νίους πέντε ἐν τᾶι ἐκκλησίαι, ἕκαστος αὐτῶν μετ’ ἐ- | |
ξουσίας̣ στολίζ̣ε̣σθαι· τοῖς δὲ αἱρεθεῖσι τοὶ ταμίαι τε- | |
λεύντων δραχμὰς Λ#⁷․․․ ἀπὸ τοῦ ποτιπορευομέν[ου] | |
100 | ἀργυρίου 𐅅ΗΗ καὶ βοῦν̣ ἔστε δραχμὰς Η̣ΗΗ καὶ καύσιμ[α] |
ξ̣ύλα καὶ οἶν ἔστε δραχμὰς 𐅄Δ· vac. θυόντω δὲ τοὶ ἐπι- | |
μήνιοι τετράδι ἱσταμένου Ὑακινθίου πομπεύσαντες | |
ὑπὲρ τᾶς πόλιος μετὰ τοῦ ἱερέως καὶ τοῦ γυμνασιάρχου καὶ | |
ὑπογυμνασιάρχου καὶ τῶν νέων τῶι Ἑρμᾶι βοῦν μὴ ἐλάσσω- | |
105 | νος ἄξιον δραχμᾶν ΗΗ𐅄 καὶ ὗν μὴ ἐλάσσωνος ἄξιον |
δραχμᾶν 𐅄· vac. τῶν δὲ ἀποδυομένων ἐς τὸ γυμνάσιον | |
οἵ κα δήλωνται χωρὶ ἐφήβων διδόντω τοῖς ἐπιμηνίοις | |
ἐς τὰν συναγωγὰν καὶ πανάγυριν τῶν Ἑρμαίων ἕκασ- | |
τος δραχμὰς δύο ἐφ’ ἑκατέραν ἁμέραν· τοὶ δὲ ἐπιμήνι- | |
110 | οι τοὺς ἐπιτελέσαντας τὸ γεγραμμένον ἀπ̣ὸ̣ τ̣ᾶς̣ [․]Ο̣Τ̣Ι̣ |
․․․․Σ πομπᾶς ΩΙΤΟΛ[․]ΤΑ․․․ΛΣΙΓΟ[․․]ΤΡΑΣ[․․]Α[․]ΠΑΓΟ[․․] | |
․․․ΑΣΟΥΛΤΟΜΙΝΕΙΩ[— — — — — — — — — — — — — —]ΑΙ | |
․․ΑΓΟΙΣΘΥΕΙΝ[․]ΓΕΑΣ[․]ΥΣ[— — — — — — — — — — — —] | |
․․․․ΟLΛΤΗ[․․]ΥΕΤΓΕΙ[— — — — — —]ΜΕΙΤΑΑ[— —]ΕΙΝΑ[․] | |
115 | Α̣Ι ἀπὸ τῶν τοῦ θεοῦ χρημάτων [— —]ΤΑΝΙΙΧΟ[— —]Ο τας ἱερ- |
ας ΤΑ̣ΣΣ̣Π̣[․]Τ̣ΑΡ̣Χ̣[․]ΟΙ̣Σ̣ΕΜΕΙ[— — — — — — — — —]<⁶¹ντας τῶι>⁶¹ | |
γ̣υμνασιάρ̣χ̣[ωι] ΕΓΑΓΩ[— — — — — — —] ὁ̣ δ̣[ὲ ἱ]ε̣ρ̣ε̣ὺς̣ ἐπιθέτω | |
π̣ᾶν ἱε̣ρε̣ῖ̣ον τοῖ̣ς̣ ἐν[․․]Τ[․․]Σ[— —]Τ[— — — — — — — —]ΤΑΝΗ̣ | |
ΑΣ μετὰ τοῦ ἱερέως καὶ το̣ῦ̣ [— — — — — — θυσ]ά[τω ἀπὸ] τοῦ | |
120 | διδομένου ἀργυρίου ὃ κατ̣α̣[— — — — — — — —]ΑΣΣ[— —] ἁ θυσία γί- |
νεται τοῦ Ὑακινθίου μ̣η̣ν̣ὸς τρ̣ι̣ακ̣ά̣δ̣ι· vac. Γ[․]Ι[․]ΤΑΙ[․] ἦ̣με̣ν ἱε- | |
ρὰς καθὰ καὶ τὰς̣ ἄλλας [— — — — —]ΕΙΣ[․]Λ[․]ΑΕΤΑΙΤ[— —]ΛΛ[․]Σ | |
ΤΟΣ ἐν τᾶι παλαίστραι Σ[․]ΑΣ[— — — —]ΣΑΓ[․․]ΛΕ[— — —]ΑΓΟ | |
ΡΑΣ πάντας· vac. τ̣ῶ̣ι δὲ ἀγων̣ο̣θετ̣ε̣ῦ̣ν̣[τι τ]ὰ κατὰ πενταετηρίδα | |
125 | Ἀσκλαπίεια ἐπιθέτ̣ω̣ ὁ ἱερε̣ὺ̣ς π̣άντ̣α τ̣ὰ ἱ̣ερεῖα̣ μ̣ε̣τ̣ὰ̣ τῶν ἐπι- |
μηνίων Κ̣ΑΙΥΠΕ[․․]ΙΑΣ[— — —]ΑΤΟ [μην]ὸ̣[ς] Ἀρ̣ταμ̣ι̣τ̣[ίο]υ τ̣ᾶι | |
τετράδι vac. τὸν νικῶντα τὰν λαμπάδα τὰν τιθεμέναν τῶι Ἑρ- | |
μᾶι καὶ τοὺς νικῶντας τὸν γυμνικὸν ἀγῶνα τῶν Ἑρμαίων ἀναγ- | |
γελλέτω μὲν ὁ ἱερεὺς καὶ στεφανούτω ἑκάστου[ς· λ]όγον δὲ ἐς κι- | |
130 | βωτὸν καταβαλλέτω τᾶ̣ς γ̣ε̣ν̣ομ̣[έν]ας δ̣α̣[πά]ν̣ας ἐ̣ν αἷς κα̣ ἁμέ- |
ραις θυσίαι συντελῶ̣ν̣ται κατὰ τάνδε τὰν διαγραφάν· ἐστε- | |
φανῶσθαι τὰ ἀγάλματα τοῦ θεοῦ τὰ ἐν τῶι γυμνασίωι πάντα· | |
τοὶ δὲ ἀγορανόμοι ἐπιμελέσθων ὅπως ὁ πριάμενος τὰν στοὰν | |
τῶν Ἑρμῶν στεφανο̣ῖ, καθάπερ καὶ [τὰ ἐ]ν τᾶι ἀγορᾶι ἀγάλμα- | |
135 | τα στεφανοῦν αὐτὸν ποτιτέτακται. vac. ἀποδόσθων τοὶ πω- |
ληταὶ τοὶ ἐν ἀρχᾶι εὖντες τὰν ἱερωσύναν τοῦ Ἑρμᾶ, ὁ δὲ πρι- | |
άμενος καταβαλεῖ τὸ ἀργύριον ἐπὶ τὸς ταμίας ποεύμε- | |
νος καταβολὰς τρεῖς, τὰν μὲν πράταν ἐμ μηνὶ Γεραστίωι, | |
τὰν δὲ δευτέραν ἐν Ὑακινθίωι, τὰν δὲ τρίταν ἐν τῶι Ἀλσείωι | |
140 | ἐπὶ Μενοιτίου. vac. τὸ ἀργύριον τὸ περιττὸν ἀπὸ τᾶς ἱερατεί- |
ας διαγραψάντω τοὶ λογισταὶ ἀποδοῦσαν τὰν πόλιν τῶι Ἑρ- | |
μᾶι· ἐπεὶ δέ κα ἁ πόλις ἐλευθέρα γένηται τῶν χρεῶν, ἃ ἐ- | |
ΕΛ․․․․ ἐπιστέλαι ἐπὶ Μενοίτιον μόναρχον, βουλεύσασ- | |
θαι τὸν δᾶμον ἃ δεῖ συντελέσθαι τῶι θεῶι ἀπὸ τῶν χρή- | |
145 | μάτων τούτων ἔστε κα τῶι ἐπιστάται δίδοντες τοὶ |
προστάται καὶ τοὶ ταμίαι τὸν λόγον. vac. αἴ κα τοὶ ταμίαι τὰ | |
[χ]ρήματα τὰ ποτιπορευόμενα τῶι θεῶι κατὰ τάνδε vac. | |
[τὰ]ν διαγραφὰν ἢ τούτων τι δανείζωνται ἢ μὴ δίδωντι | |
[τὰ] ἐς τὰς θυσίας κατα[γρ]α[φ]έ[ν]τα αὐτοῖς ὡς γέγραπται, | |
150 | [ἀ]ποτεισάντω ἐπ[ιτίμιον] δ[ρα]χμὰς τρισχιλίας ἱε- |
ρὰς τοῦ Ἑρμᾶ· κατα[γρ]α̣ψ̣ά̣ν̣τω δὲ τὸ ἐ̣ς τὰς θ̣υσίας καὶ τὸ | |
νῦν παραδιδόμενον [ἀρ]γ̣ύ̣ριον̣ ΥΠΟ[— — —]ΛΠ[— — — —] | |
τῶι Ἑρμᾶι. vacat | |
vacat 0,47 |