Regulation concerning sacrificial obligations.  Opisthographic stele of white marble, broken at the bottom; the inscription on face A entirely erased.
[ ] Kos Isl. — Kos — Platani — late 2nd c. BC — MDAI(A) 16 (1891) 406-432 — Syll.³ 1000 — F. Sokolowski, LSCG (1969) 168
See also:
face B                                                                              vacat 0,012
[θ]υέτω δὲ καὶ σκανοπαγείσθω<ι> καὶ ὁ τὰν ὠνὰν ἐωνημένος ναύσσου ἔξω καὶ τὰν ἐπ’ Ἀ[ρχ]-
ε̣βίου κατὰ ταὐτά· θυόντωι δὲ καὶ τοὶ ἐωνημένοι ὠνὰν ναύσσου ἄρτων, κάπων κατὰ τα[ὐ]-
τά· θυόντωι δὲ καὶ σκανοπαγείσθων καὶ τοὶ ἀγοράξαντες τὰν ὠνὰν τᾶς ὀβελίας κατὰ ταὐτά·
[θ]υόντωι δὲ καὶ σκανοπαγείσθων καὶ τοὶ πριάμενοι τὰν ὠνὰν σίτου κατὰ ταὐτά· θυόντω δὲ
5 [κ]αὶ σκανοπαγείσθων καὶ τοὶ πριάμενοι ὠνὰν οἴνου ἐπὶ θαλάσσαι, ἑταιρᾶν, ξύλων, ἀλφίτ<ω>ν, ἐ%⁸¹-
ν̣οικίων κατὰ ταὐτά· θυόντωι δὲ καὶ σκανοπαγείσθων καὶ τοὶ πριάμενοι τὰν ὠνὰν τετραπ-
δ̣ων· θυόντωι δὲ καὶ σκανοπαγείσθων καὶ τοὶ ἀγοράζοντες τὰν ὠνὰν ἐν Καλύμναι οἴνου
[ἐ]ξ οἰ<ν>οπέδων, ζευγέων, ἐρίων κατὰ ταὐτά· θυόντωι δὲ καὶ σκανοπαγείσθων καὶ τοὶ ἀγορά-
[ξ]αντες ὠνὰν ἀμπελοστα<τ>εύντων καὶ τῶν γυναικείων σωμάτων κατὰ ταὐτά· θυόντωι [δὲ]
10 [καὶ] σκανοπαγείσθων καὶ τοὶ ἀγοράξαντες τὰν ὠνὰν σκοπᾶς δαμοσίας· θυέτωι δὲ κ[αὶ σκα]-
[νο]παγείσθωι καὶ ὁ τὰν ἄλλ<α>ν μισθωσάμενος σκοπὰν τὰν ἐπὶ Ναυτιλέωι· θυέτωι δὲ̣ [κατὰ]
[τα]ὐτὰ καὶ σκανοπαγείσθωι καὶ ὁ πριάμενος τὰν ὠνὰν τᾶν Μουσᾶν κατὰ ταὐτά· θ[υέτωι δὲ]
[κ]ατὰ ταὐτὰ καὶ σκανοπαγείσθωι καὶ ὁ πριάμενος τὰν ὠνὰν τοῦ Ἀφροδεισίου· θυέτ[ωι δὲ]
[καὶ] σκανοπαγείσθωι καὶ ὁ πριάμενος τὰν ὠνὰν κύκλου Γᾶς κατὰ ταὐτά· θυόντωι δὲ [κατὰ]
15 [ταὐ]τὰ καὶ σκανοπαγείσθ<ω>ν τοὶ ἔχοντες τὰν ὠνὰν λιβανοπωλᾶν, ὀσπρίων, ταρείχου· [θυέ]-
[τ]ω̣ι δὲ κατὰ ταὐτὰ καὶ σκανοπαγείσθωι καὶ ὁ ἔχων τὰν ὠνὰν τοῦ λατρικοῦ· θυόντωι δὲ
[καὶ] σκανοπαγείσθων τοὶ κωποξύσται τῶι Ποτειδᾶνι καὶ Κῷ οἶν ἀπὸ δραχμᾶν τριά-
[κον]τα καὶ Ῥόδωι ἀπὸ δραχμᾶν τριάκοντα· θυόντωι δὲ κα<τὰ> ταὐτὰ καὶ <⁶¹ὅσσοι κα σκοπᾶς μίσθω>⁶¹-
[σιν] ποιήσωνται ἢ ἔχωντι ἰδιωτικὰν μεμισθωμένοι Ποτειδᾶνι καὶ Κῷ <⁶¹οἶν ἀπ>⁶¹ὸ δραχμᾶν τρι[ά]-
20 [κον]τα καὶ Ῥόδωι ἀπὸ δραχμᾶν τριάκοντα ἐς ὅ κα ἦι συνεστηκυῖα ἁ σκοπά· θυόντω δὲ κα-
[τὰ τ]αὐτὰ καὶ <τ>οὶ μετάβολοι τοὶ ἐν τοῖς ἰχθύσιν Ποτειδᾶνι καὶ Κῷ οἶν ἀπὸ δραχμᾶν τριάκον[τα]
[καὶ] Ῥόδωι οἶν ἀπὸ δραχμᾶν τριάκοντα· θυόντωι δὲ κατὰ ταὐτὰ καὶ τοὶ νεωλκοί, λαμβάνο[ν]-
[τε]ς ὁμοίως καὶ οὗτοι παρὰ τῶν ταμιᾶν δραχμὰς ἑξήκοντα· θυέτω δὲ καὶ ὁ ναύαρχος τ[ῶι]
[Πο]τειδᾶνι οἶν ἀπὸ δραχμᾶν τριάκοντα καὶ Κῶι οἶν ἀπὸ δραχμᾶν τριάκοντα καὶ Ῥόδωι vac.
25 [οἶν] ἀπὸ δραχμᾶν τριάκοντα, διαγραφέσθωι δὲ αὐτῶι παρὰ τῶν ταμιᾶν δραχμὰς ἐνενή-
[κο]ντα· θυόντωι δὲ κατὰ ταὐτὰ καὶ σκανοπαγείσθων ἕκαστος τῶν τριηράρχων, θυόν-
[τ]ω̣ι δὲ τῶι Ποτειδᾶνι οἶν ἀπὸ δραχμᾶν τριάκοντα καὶ Κῶι οἶν ἀπὸ δραχμᾶν τριάκοντ[α]
[κα]ὶ Ῥόδωι οἶν ἀπὸ δραχμᾶν τριάκοντα, λαμβανόντωι δὲ καὶ τοῦτοι παρὰ τῶν ταμι[ᾶν]
[δρ]αχμὰς ἐνενήκοντα· θυόντωι δὲ καὶ τοὶ καρπολογεῦντες τῶι Ποτειδᾶνι οἶν ἀ[πὸ]
30 [δρ]αχμᾶν τεσσαράκοντα καὶ Κῶι οἶν ἀπὸ δραχμᾶν τεσσαράκοντα καὶ Ῥόδωι οἶν ἀπ[ὸ]
[δρ]α̣χμᾶν τεσσαράκοντα· θυόντωι δὲ καὶ τοὶ ὑπηρέται τᾶν μακρᾶν ναῶν Ποτειδᾶνι καὶ [Κῶι]
[οἶν ἀ]πὸ δραχμᾶν τρι[άκοντα κ]αὶ Ῥόδωι οἶ[ν ἀπὸ δ]ρα[χ]μᾶν τρ[ιάκ]οντα· θυόντωι δὲ καὶ το[ὶ]
[— c.4 —]οι ἐκ τῶν ὑπηρε[τικῶν πλοίων — —]Λ̣[— — — — — — — — — ἀπὸ] δραχμᾶν τ[ριά]-
[κοντα — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help