Regulation concerning sacrificial obligations. Opisthographic stele of white marble, broken at the bottom; the inscription on face A entirely erased.
[ ]
Kos Isl. — Kos — Platani — late 2nd c. BC — MDAI(A) 16 (1891) 406-432 — Syll.³ 1000 — F. Sokolowski, LSCG (1969) 168
See also:
face B | vacat 0,012 |
[θ]υέτω δὲ καὶ σκανοπαγείσθω<ι> καὶ ὁ τὰν ὠνὰν ἐωνημένος ναύσσου ἔξω καὶ τὰν ἐπ’ Ἀ[ρχ]- | |
ε̣βίου κατὰ ταὐτά· θυόντωι δὲ καὶ τοὶ ἐωνημένοι ὠνὰν ναύσσου ἄρτων, κάπων κατὰ τα[ὐ]- | |
τά· θυόντωι δὲ καὶ σκανοπαγείσθων καὶ τοὶ ἀγοράξαντες τὰν ὠνὰν τᾶς ὀβελίας κατὰ ταὐτά· | |
[θ]υόντωι δὲ καὶ σκανοπαγείσθων καὶ τοὶ πριάμενοι τὰν ὠνὰν σίτου κατὰ ταὐτά· θυόντω δὲ | |
5 | [κ]αὶ σκανοπαγείσθων καὶ τοὶ πριάμενοι ὠνὰν οἴνου ἐπὶ θαλάσσαι, ἑταιρᾶν, ξύλων, ἀλφίτ<ω>ν, ἐ%⁸¹- |
ν̣οικίων κατὰ ταὐτά· θυόντωι δὲ καὶ σκανοπαγείσθων καὶ τοὶ πριάμενοι τὰν ὠνὰν τετραπό- | |
δ̣ων· θυόντωι δὲ καὶ σκανοπαγείσθων καὶ τοὶ ἀγοράζοντες τὰν ὠνὰν ἐν Καλύμναι οἴνου | |
[ἐ]ξ οἰ<ν>οπέδων, ζευγέων, ἐρίων κατὰ ταὐτά· θυόντωι δὲ καὶ σκανοπαγείσθων καὶ τοὶ ἀγορά- | |
[ξ]αντες ὠνὰν ἀμπελοστα<τ>εύντων καὶ τῶν γυναικείων σωμάτων κατὰ ταὐτά· θυόντωι [δὲ] | |
10 | [καὶ] σκανοπαγείσθων καὶ τοὶ ἀγοράξαντες τὰν ὠνὰν σκοπᾶς δαμοσίας· θυέτωι δὲ κ[αὶ σκα]- |
[νο]παγείσθωι καὶ ὁ τὰν ἄλλ<α>ν μισθωσάμενος σκοπὰν τὰν ἐπὶ Ναυτιλέωι· θυέτωι δὲ̣ [κατὰ] | |
[τα]ὐτὰ καὶ σκανοπαγείσθωι καὶ ὁ πριάμενος τὰν ὠνὰν τᾶν Μουσᾶν κατὰ ταὐτά· θ[υέτωι δὲ] | |
[κ]ατὰ ταὐτὰ καὶ σκανοπαγείσθωι καὶ ὁ πριάμενος τὰν ὠνὰν τοῦ Ἀφροδεισίου· θυέτ[ωι δὲ] | |
[καὶ] σκανοπαγείσθωι καὶ ὁ πριάμενος τὰν ὠνὰν κύκλου Γᾶς κατὰ ταὐτά· θυόντωι δὲ [κατὰ] | |
15 | [ταὐ]τὰ καὶ σκανοπαγείσθ<ω>ν τοὶ ἔχοντες τὰν ὠνὰν λιβανοπωλᾶν, ὀσπρίων, ταρείχου· [θυέ]- |
[τ]ω̣ι δὲ κατὰ ταὐτὰ καὶ σκανοπαγείσθωι καὶ ὁ ἔχων τὰν ὠνὰν τοῦ λατρικοῦ· θυόντωι δὲ | |
[καὶ] σκανοπαγείσθων τοὶ κωποξύσται τῶι Ποτειδᾶνι καὶ Κῷ οἶν ἀπὸ δραχμᾶν τριά- | |
[κον]τα καὶ Ῥόδωι ἀπὸ δραχμᾶν τριάκοντα· θυόντωι δὲ κα<τὰ> ταὐτὰ καὶ <⁶¹ὅσσοι κα σκοπᾶς μίσθω>⁶¹- | |
[σιν] ποιήσωνται ἢ ἔχωντι ἰδιωτικὰν μεμισθωμένοι Ποτειδᾶνι καὶ Κῷ <⁶¹οἶν ἀπ>⁶¹ὸ δραχμᾶν τρι[ά]- | |
20 | [κον]τα καὶ Ῥόδωι ἀπὸ δραχμᾶν τριάκοντα ἐς ὅ κα ἦι συνεστηκυῖα ἁ σκοπά· θυόντω δὲ κα- |
[τὰ τ]αὐτὰ καὶ <τ>οὶ μετάβολοι τοὶ ἐν τοῖς ἰχθύσιν Ποτειδᾶνι καὶ Κῷ οἶν ἀπὸ δραχμᾶν τριάκον[τα] | |
[καὶ] Ῥόδωι οἶν ἀπὸ δραχμᾶν τριάκοντα· θυόντωι δὲ κατὰ ταὐτὰ καὶ τοὶ νεωλκοί, λαμβάνο[ν]- | |
[τε]ς ὁμοίως καὶ οὗτοι παρὰ τῶν ταμιᾶν δραχμὰς ἑξήκοντα· θυέτω δὲ καὶ ὁ ναύαρχος τ[ῶι] | |
[Πο]τειδᾶνι οἶν ἀπὸ δραχμᾶν τριάκοντα καὶ Κῶι οἶν ἀπὸ δραχμᾶν τριάκοντα καὶ Ῥόδωι vac. | |
25 | [οἶν] ἀπὸ δραχμᾶν τριάκοντα, διαγραφέσθωι δὲ αὐτῶι παρὰ τῶν ταμιᾶν δραχμὰς ἐνενή- |
[κο]ντα· θυόντωι δὲ κατὰ ταὐτὰ καὶ σκανοπαγείσθων ἕκαστος τῶν τριηράρχων, θυόν- | |
[τ]ω̣ι δὲ τῶι Ποτειδᾶνι οἶν ἀπὸ δραχμᾶν τριάκοντα καὶ Κῶι οἶν ἀπὸ δραχμᾶν τριάκοντ[α] | |
[κα]ὶ Ῥόδωι οἶν ἀπὸ δραχμᾶν τριάκοντα, λαμβανόντωι δὲ καὶ τοῦτοι παρὰ τῶν ταμι[ᾶν] | |
[δρ]αχμὰς ἐνενήκοντα· θυόντωι δὲ καὶ τοὶ καρπολογεῦντες τῶι Ποτειδᾶνι οἶν ἀ[πὸ] | |
30 | [δρ]αχμᾶν τεσσαράκοντα καὶ Κῶι οἶν ἀπὸ δραχμᾶν τεσσαράκοντα καὶ Ῥόδωι οἶν ἀπ[ὸ] |
[δρ]α̣χμᾶν τεσσαράκοντα· θυόντωι δὲ καὶ τοὶ ὑπηρέται τᾶν μακρᾶν ναῶν Ποτειδᾶνι καὶ [Κῶι] | |
[οἶν ἀ]πὸ δραχμᾶν τρι[άκοντα κ]αὶ Ῥόδωι οἶ[ν ἀπὸ δ]ρα[χ]μᾶν τρ[ιάκ]οντα· θυόντωι δὲ καὶ το[ὶ] | |
[— c.4 —]οι ἐκ τῶν ὑπηρε[τικῶν πλοίων — —]Λ̣[— — — — — — — — — ἀπὸ] δραχμᾶν τ[ριά]- | |
[κοντα — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |