IG XII,4 1:285
Sacred law concerning sacrifices to the Nymphs in the Asklepieion.  Block of white marble.
[ ] Kos Isl. — Kos — Asklepieion — ca. 300 BC — RIA 6 (1937/38) 191-193 — F. Sokolowski, LSCG (1969) 152
               vacat 0,065
Φίλιστος Αἰσχίνα εἶπε· ὅσσοι
κα θύωντι ἐν τῶι ἱερῶι τοῦ Ἀσ-
κλαπιοῦ ταῖς Νύμφαις, θυόν-
τω ἐπὶ τῶν βωμῶν, εἰς δὲ τὰς
5 κράνας τὰς ἐν τῶι ἱερῶι μὴ ἐξέ-
στω μηθενὶ πέμμα μηθὲν ἐνβάλ-
λειν μηδὲ ἄλλο μηθέν· εἰ δέ τίς
κα ἐνβάληι, καθαράτω τὸ ἱερὸν
τᾶν Νυμφᾶν ὡς νομίζεται.
               vacat 0,14
Search Help
Contact Us