Public calendar for the month of Batromios.  Thick stele of white marble, broken at the top and bottom; inscribed on two faces (nos. 277-278); the lower part (ll. 52-64) now missing.
[ ] Kos Isl. — Kos — mid-4th c. BC — Paton-Hicks (1891) 37 — R. Herzog, HGK (1928) 6, 1 — F. Sokolowski, LSCG (1969) 151A
See also:
[— — — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — —]Λ#⁷ΑΠ̣Ο̣[․]Λ̣[— —]Τ[․․]#⁷/[— — — — — — —]
[— — — — — — — — —]ΙΕΥ̣[․]Ο̣Ι̣[․]ΥΝΤΟΙ#⁷[․]Ι̣ΓΛΕΛΙ̣ΙΣΕ#⁷[— —]
․․․#⁷Λ[— — — —]#⁷ΑΥ̣ΤΑΣ κ̣αθάπερ τοὺ̣ς ἄλλ[ο]υ̣ς θ̣εο̣ὺς̣ #⁷Ε̣[— —]
[— — — — — — —]ΙΝ[․]Ι̣ ἱερ̣εὺς καὶ ἱερ̣ο̣φ̣ύλα̣κ̣ες καὶ ἀρχε̣ύο̣[ντ]-
5 [ε]ς̣ [κα]τ̣ὰ̣ φ̣υ̣[λ]ὰ̣ς ἰό̣ντω, ἱεροποιοὶ δὲ καὶ τοὶ κάρυκες ἰόντω κ̣[α]-
[τ]ὰ χιλ[ι]α̣[σ]τύας· βοῦς δ̣’ ἐν̣ν̣ῆ̣ ἐλᾶ̣ντ̣ι, β̣ο̣ῦν ἐξ ἐνάτας ἑκάστ̣[ας],
[․]ΞΛ․\Λ[․]Ιέων καὶ Πασθεμιδᾶν πρ̣άτων καὶ Ν̣ο̣[σ]τιδᾶν· ἐς δὲ
[τ]ὰν ἀγο̣ρὰν ἐλάντω Πάμφ̣υλοι πρᾶτοι, ἐν ἀγορᾶι δὲ συμμίσ̣-
[γ]ο̣ν̣ται· ὁ̣ δὲ ἱερεὺς̣ καθήσθω̣ [πὰρ] τ[ὰ]ν̣ τράπεζαν ἔχων τὰ[ν σ]-
10 [τ]ο̣λὰ̣ν τὰν ἱεράν, το̣ὶ̣ δ̣ὲ ἱερ̣[οποιοὶ ἑκα]τ̣έρω τᾶς τραπέζας· Π̣[άμ]-
[φ]υ̣λ̣οι̣ δὲ ἐπελάντω βοῦ[ς τρεῖς τοὺ]ς καλλίσ̣τους, αἰ μέ̣[γ κα]
τ̣ούτωγ κριθῆι τις· αἰ δὲ̣ [μή, Ὑλλεῖς τρ]εῖς ἐλάντω, αἰ μέγ κ̣[α τ]-
ο̣ύτωγ κριθῆι τις· αἰ δὲ μ[ή, Δυμᾶνες τρ]ε̣ῖς τος λ̣οιπούς, αἰ̣ [μέ]-
γ̣ κα τούτωγ κριθῆι τις· αἰ̣ [δὲ μή, ἁτέρου]ς̣ ἐλάντω ἐς τὰν ἀγ[ορ]-
15 ὰν καὶ ἐπελάντω κατὰ τα̣[ὐτά, αἰ] μ̣έγ κα τούτωγ κριθῆι τ[ις]·
αἰ δὲ μή, τρίτον ἐπελάντω κατὰ τα̣[ὐ]τά· αἰ δέ κα τούτωγ κριθ̣[ῆι]
μ̣ηδείς, ἐπικρίνοντα[ι] β̣οῦν ἐκ χι[λια]στύος ἑκάστας· ἐλά̣[σα]-
ντες δὲ τούτους̣ σ̣υμμίσγο̣ν[ται το]ῖ̣ς ἄλλοις καὶ εὐθὺ[ς κρίν]-
οντι καὶ εὔχονται καὶ ἀποκαρύ[σσο]ντι. ἔπειτα ἐπελᾶντ[ι αὖ]-
20 τις κατὰ ταὐτά· θύεται δέ, αἰ μέγ κα ὑποκύψ̣ει, τᾶι Ἱστίαι· θύ̣[ει]
δὲ γ̣ερεαφό̣ρος βασιλέων καὶ ἱερὰ παρέχει καὶ ἐπιθύει ἱερὰ ἐξ̣ [ἡ]-
μ̣ιέκτου· γέρη δὲ λαμβάνει τὸ δέρμα καὶ τὸ σκέλος, ἱεροπο[ιοὶ]
δ̣ὲ σκέλος, τὰ δὲ ἄλλα κρέα τᾶς πόλιο̣ς. τὸν δὲ κριθέντα τ̣[ῶι]
Ζηνὶ κάρυκες ἄγοντι ἐς ἀγοράν· ἐπεὶ δέ κα ἐν τᾶι ἀγορᾶι ἔω̣[ν]-
25 τ̣ι, ἀγορεύει οὗ κα ἦι ὁ βοῦς ἢ ἄλλος ὑπὲρ κήνου ἐνδ̣έξιο[ς «Κ]-
ώ̣ιοις παρέχω τὸμ̣ βοῦν, Κῶιοι δὲ τιμὰν ἀποδόντω τ〚ΟΤ〛ᾶι {²⁶τᾶι}²⁶ Ἱστία̣[ι]»·
τιμώντω δὲ προστάται ὀμόσαντες παραχρῆμα· ἐπεὶ δέ κα τι[μα]-
[θ]ῆ̣ι, ἀναγορευέτω ὁ κᾶρυ̣ξ ὁπόσσου κ̣α̣ τιμα̣θ̣ῆι· τουτῶ δὲ ἐλᾶντ[ι πα]-
[ρ]ὰ τὰν Ἱστίαν τὰν 〚Ο〛 Φ̣αμ̣ίαν καὶ Ο̣[․․]#⁷ΤΙ· [ὁ] δὲ̣ ἱ̣ερεὺς στέπ̣τει καὶ [ἐπι]-
30 σπένδει κύλικα οἴνου κεκραμένου πρὸ̣ τοῦ β̣ο̣ός. ἔπειτα ἄγοντι τ[ὸμ β]-
ο̣ῦν καὶ τὸγ καυτὸν καὶ φθ̣όϊας ἑπτὰ καὶ μ̣έλι καὶ στέμμα· ἐξάγο̣[ντ]-
[ε]ς δὲ καρύσσοντι εὐφαμίαν· κηνεῖ̣ δ̣ὲ̣ ἐ̣κ̣δήσαντες τὸμ βοῦν κ[α]-
[τ]ά̣ρ̣χονται θαλλῶι καὶ δά̣φ̣ναι· τοὶ δὲ̣ κ̣ά̣[ρυκες κ]αρπῶντι τὸμ μὲγ χοῖ-
[ρ]ο̣γ καὶ τὰ σπλάγχνα ἐπὶ τοῦ βωμοῦ ἐπισ̣π̣έν̣δ̣οντες μελίκρατον, ἔ[ντ]-
35 [ερ]α̣ δ̣ὲ ἐκπλύναντες παρὰ τὸ̣[μ βωμὸν κα]ρ̣πῶντι· ἐπεὶ δέ κα καρπω[θῆι]
ἄ̣ποτ̣α, ἐπισπενδέτω μελίκρατον· ὁ δ̣ὲ [κᾶρ]υ̣ξ καρυσσέτω ἑορτάζε[ν Ζην]-
ὸ̣ς̣ Πολ̣ι̣έ̣ως ἐνιαύτια ὡραῖα ἑορ̣τάν̣· [ἱ]ε̣[ρεὺς] δὲ τοῖς ἐντέροις ἐπιθυέτ̣[ω θ]-
ύη καὶ το̣ὺς̣ φθόϊας καὶ σπονδὰς ἄ̣[οιν]ο̣ν̣ καὶ κεκραμέναν καὶ στέ[μ]-
μ̣α. τουτῶ δὲ ἰόντω πὰρ τοὺς ἱαροπο̣ι̣[ὸ]ς̣ ἐ̣ς τὸ οἴκημα τὸ δαμόσιον ἱα̣[ρε]-
40 ὺ̣ς καὶ κάρυκες, ἱαροποιοὶ δὲ ξενίζον̣τι τὸν̣ ἱερῆ καὶ τὸς κάρυκας τα[ύ]-
τ̣αν τὰν νύκτα· ἐπεὶ δέ κα σπονδὰς ποι̣ή̣σωνται, αἱρέσθω ὁ ἱαρεὺς̣ [σ]-
[φ]α̣γ̣ῆ τῶν ἱαροποιῶν βοὸς τοῦ θυσομένου τῶι Ζηνὶ τῶι Πολιῆι καὶ προα̣[γο]-
[ρ]ευέτω ἁγνεύεσθαι γυναικὸς καὶ ἀν̣[δ]ρ̣ὸς ἀντὶ νυκτός· τοὶ δὲ κάρυ̣[κε]-
[ς] α̣ἱρεί̣σθ̣ω σφαγῆ τοῦ βοὸς ὅγ κα χρήιζωντι ηὑτῶν καὶ προαγορευέ[τω]
45 [․]Ε̣Κ․․ΛΗΤΑΙ τῶι αἱρε̣θέντι κατὰ ταὐτά̣. ⋮ τᾶι αὐτᾶι ἁμέραι· Διονύσωι [Σκ]-
υ̣λ̣λ̣ί̣ται χοῖρος καὶ ἔριφος· τοῦ χοίρου οὐκ ἀποφορά· <⁶¹θύει δὲ ἱερεὺς κ>⁶¹[αὶ ἱε]-
ρ̣ὰ πα̣ρ̣έχει· γέρη φέρει δέρμα, σκέλος. § ἰκάδι· βοῦς ὁ κριθεὶς θύεται Ζηνὶ̣ Π̣[ο]-
[λι]ῆι καὶ ἔνδορα ἐνδέρεται· ἐφ’ ἑστίαν θύεται ἀλφίτων ἡμίεκτον, ἄρτο[ι]
[δ]ύο ἐξ ἡμιέκτου, ὁ ἅτερος τυρ̣ώδης, καὶ τὰ ἔνδορα· καὶ ἐπισπένδει ἱε[ρ]-
50 ε̣ὺ̣ς τούτοις οἴνου κρατῆρας τρεῖς· γέρη τοῦ βοὸς τῶι ἱερῆι δέρμα κ[αὶ σ]-
[κέ]λος, <⁶¹ἱερὰ ἱαρεὺς παρέχει v [Ε] καὶ χέλυος ἥμισυ καὶ κοιλίας ἥμ[ι]>⁶¹-
<⁶¹[συ]>⁶¹· θυαφόρωι δὲ τοῦ σκέλεος <⁶¹τοῦ τῶν ἱεροποιῶν>⁶¹ δίδοται ἀκρίσχιον, [κάρυ]-
[ξι ν]ώτου δίκρεας, ὑπώμαια, αἱματίου ὀβελὸς τρικώλιος, Νεστορίδαι̣[ς]
[δ]ὲ̣ νώ̣το̣υ δίκρεας, ἰατροῖς κρέας, αὐλητᾶι κρέας, χαλκέων καὶ κερα̣[μέ]-
55 [ω]ν ἑκατέροις τὸ κεφάλαιο[ν· <⁶¹τὰ ἄλ]λ̣α̣ κ̣ρ̣έα τᾶς π̣ό̣λ̣ι̣ος̣· τ̣α̣ῦ̣τ̣α̣ π̣ά̣ν̣[τα]>⁶¹
<⁶¹[οὐκ] ἀποφέρεται ἐκτὸς τᾶς̣ π̣[όλιος].>⁶¹ τᾶ̣ι αὐ̣τᾶι ἁμέραι· Ἀθαναίαι Πο[λι]-
ά̣δι οἶς κυέοσα· θύει δὲ ἱερ[εὺς καὶ] ἱερὰ παρέχει· γέρη λαμβάνει δέ̣[ρ]-
μ̣α καὶ σκέλος. § ἐνάται με[τ’ ἰκ]ά̣δα· Διονύσωι Σκυλλίται χοῖρος [καὶ]
ἔ̣ρ̣ιφος, τοῦ χοίρου οὐκ ἀποφορά· θύει ἱερεὺς καὶ ἱερὰ παρέχει· γέρη [λ]-
60 α̣μβάνει δέρμα καὶ σκέλος. § ἑβδόμαι ἀνομένου· ἐσς Ἀλκηΐδας Δά̣[μ]-
α̣τρι οἶς τέλεως καὶ τελέα κυέοσα, τούτων οὐκ ἀποφορά· κύλικες κ̣[αι]-
[ν]α̣ὶ δύο δίδονται· θύει̣ ἱ̣ε̣ρ̣ε̣ὺ̣ς [καὶ ἱερ]ὰ̣ παρέχει· γέρη δὲ οὔατα. § ἕχκτ[αι· Δι]-
[ο]ν̣ύ̣σ̣ω̣ι̣ Σκυλλίτα[ι χοῖρος καὶ ἔριφος], τ̣ο̣ῦ̣ χ̣ο̣ί̣ρ̣ο̣υ̣ [ο]ὐ̣κ̣ [ἀποφορά· θύει]
[ἱ]ε̣[ρε]ὺ̣ς̣ κ̣[αὶ ἱερὰ παρέχει· γέρη λαμβάνει δέρμα καὶ σκέλος. — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us