Public calendar for an unknown month (Pedageitnyos?).  Thick stele of white marble, broken at the top.
[ ] Kos Isl. — Kos — mid-4th c. BC — Paton-Hicks (1891) 39 — R. Herzog, HGK (1928) 11, 3 — M. Segre, Iscr. di Cos (1993) ED 140
[— — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — —]. § ἐ̣ντ̣α̣ι̣ ἐ̣ξ ἰκάδος·
[— — — — — — —]σιν οἶ[ες τρεῖ]ς̣ τέλεωι· [θύ]ο̣νται κατὰ φυλ-
[άς, ὁ] μ̣ὲν τῶν Ὑλλέων παρ τὸ Ἡ̣ράκλειον, ὁ δὲ τῶν Δυμά-
ν̣ων παρὰ τὰ Ἀναξίλεα, ὁ δὲ τῶν Παμφύλεων ἐν Εἰτέαι
5 παρὰ τὸ Δαμάτριον· [ἐ]πὶ̣ τούτων ἑκάστωι ἱερὰ οὐλομέτ-
[ριο]ν̣, ἡμίεκτον ἑκατέρων, καὶ κύλικες καιναὶ τρεῖς ἑ-
[κάσ]τ̣ωι καὶ πίναξ ἑκάστωι· ταῦτα παρέχοντι τοὶ ἱα-
[ροποιοὶ] καὶ θύοντι. § τρίται ἀνομένου· Ἡρακλεῖ ἐς Κο-
[— — — — —]ν ἀρὴν καυτός. ⋮ τᾶι αὐτᾶι ἁμέραι· Ἡρακλεῖ
10 [ἐς — — —]σαλον βοῦς, τοῦτον θύει ὁ ἱαρεύς· τῶι δὲ
[θεῶι ἐφ]ερα δίδοται κριθᾶν τρία ἡμέδιμνα καὶ σπυ-
ρ̣ῶν̣ τ̣ρεῖς τεταρτῆς καὶ μέλιτος τέτορες κοτύλ-
ε̣αι καὶ τυροὶ ὀίεοι δυώδεκα καὶ ἰπνὸς καινὸς καὶ φρ-
υ̣γ̣ά̣νων ἄχθος καὶ ξύλεων ἄχθος καὶ οἴνου τρία
15 ἡμίχοα.    vacat
                  vacat 0,24
Search Help
Contact Us