[ ]
Att. — stoich. 45 — ante med. s. III a.
1 | θεοί. |
ἐπὶ Πολυστράτου ἄρχοντος μηνὸς Ἑκατομβαιῶνος ὀγδόη- | |
ι ἱσταμένου· ἀγορᾶι κυρίαι· Σωσίας Ἱπποκράτου εἶπεν· vv | |
ἐπειδὴ τοῦ δήμου τοῦ Ἀθηναίων δεδωκότος τοῖς Θραιξὶ μ- | |
5 | όνοις τῶν ἄλλων ἐθνῶν τὴν ἔγκτησιν καὶ τὴν ἵδρυσιν τοῦ |
ἱεροῦ κατὰ τὴν μ[α]ντείαν τὴν ἐγ Δωδώνης καὶ τὴν πονπὴν π- | |
ένπειν ἀπὸ τῆς ἑστίας τῆς ἐκκ τοῦ πρυτανείου καὶ νῦν οἱ | |
ἡι[ρη]μένοι ἐν τῶι ἄστει κατασκευάσασθαι ἱερὸν οἴοντα- | |
ι δεῖν οἰκείως διακεῖ[σθ]αι πρὸς ἀλλήλους· ὅπως ἂν οὖν φα- | |
10 | [ίν]ωνται καὶ οἱ ὀργεῶνες τῶι τε τῆς πόλεως νόμωι πειθαρ- |
χοῦντες ὃς κελεύει τοὺς Θρᾶικας πέμπειν τὴμ πομπὴν εἰ- | |
[ς Π]ε[ι]ραιᾶ καὶ πρὸς τοὺς ἐν τῶι ἄστει ὀργεῶνας οἰκείως [δ]- | |
ιακείμενοι· v ἀγαθεῖ τύχει δεδόχθαι τοῖς ὀργεῶσιν v [τὴ]- | |
[ν μὲν] πονπὴ[ν ὡ]ς ἂν [ἕ]λωνται οἱ ἐν τῶι ἄστει συνκαθι[στάνα]- | |
15 | ι τὴμ πομπὴν καὶ τήνδε <ο>ὖν ἐκ τοῦ πρυτανείου εἰς Πει[ραιᾶ] |
πορεύεσσθαι ἐν τῶι αὐτῶι τοῖς ἐκ τοῦ Πειραιέως· τ[οὺς δὲ ἐ]- | |
ν τῶι Πειραιεῖ ἐπιμελητὰς ὑποδέχεσσθαι τούτου[ς παρέ]- | |
χοντας ἔν τε τῶι Νυμφαίωι σφ<ό>γγους καὶ λεκάνας κ[αὶ ὕδωρ] | |
καὶ στεφάνους καὶ ἐν τῶι ἱερῶι ἄριστον καθάπερ [καὶ ἑαυ]- | |
20 | τοῖς παρασκευάζουσιν· ὅταν δὲ ὦσιν αἱ θυσίαι εὔ[χεσθαι] |
τὸν ἱερέα καὶ τὴν ἱέρειαν πρὸς ταῖς εὐχαῖς ἃς εὔ[χονται] | |
καὶ τοῖς ὀργεῶσι τοῖς ἐν τῶι ἄστει κατὰ ταὐτά, ὅ[πως ἂν τού]- | |
τῶν γινομένων καὶ ὁμονοοῦντος παντὸς τοῦ ἔθ[νους αἵ τ]- | |
ε θυσίαι γίνωνται τοῖς θεοῖς καὶ τὰ ἄλλα ὅσα πρ[οσήκει] | |
25 | κατά τε τὰ πάτρια τῶν Θραικῶν καὶ τοὺς τῆς πόλ[εως νόμου]- |
ς καὶ ἔχει καλῶς καὶ εὐσεβῶς παντὶ τῶι ἔθν[ει τὰ πρὸς τοὺ]- | |
ς θεούς· εἶναι δ’ αὐτοῖς καὶ ἐὰν περὶ ἄλλο[υ τινὸς βούλωντ]- | |
αι προσιέναι πρὸς τοὺς ὀργεῶνας πρ[όσοδον ἀεὶ πρώτοις] | |
μετὰ τὰ ἱερὰ καὶ ἐάν τινε[ς βούλωνται τῶν ἐν τῶι ἄστει] | |
30 | ὀργεώνων ἐπεισιέ[ναι εἰς τοὺς ὀργεῶνας ἐξεῖναι αὐτοῖ]- |
ς εἰσιέναι κ[αὶ λαμβάνειν καὶ μὴ τελοῦντας τὴν φορὰν διὰ] | |
βίου τὸ μέρ[ος — — — — — — — — — — — — — — — — — — — —] |