[ ] Att. — stoich. 45 — ante med. s. III a.
1       θεοί.
ἐπὶ Πολυστράτου ἄρχοντος μηνὸς Ἑκατομβαιῶνος ὀγδόη-
ι ἱσταμένου· ἀγορᾶι κυρίαι· Σωσίας Ἱπποκράτου εἶπεν· vv
ἐπειδὴ τοῦ δήμου τοῦ Ἀθηναίων δεδωκότος τοῖς Θραιξὶ μ-
5 όνοις τῶν ἄλλων ἐθνῶν τὴν ἔγκτησιν καὶ τὴν ἵδρυσιν τοῦ
ἱεροῦ κατὰ τὴν μ[α]ντείαν τὴν ἐγ Δωδώνης καὶ τὴν πονπὴν π-
ένπειν ἀπὸ τῆς ἑστίας τῆς ἐκκ τοῦ πρυτανείου καὶ νῦν οἱ
ἡι[ρη]μένοι ἐν τῶι ἄστει κατασκευάσασθαι ἱερὸν οἴοντα-
ι δεῖν οἰκείως διακεῖ[σθ]αι πρὸς ἀλλήλους· ὅπως ἂν οὖν φα-
10 [ίν]ωνται καὶ οἱ ὀργεῶνες τῶι τε τῆς πόλεως νόμωι πειθαρ-
χοῦντες ὃς κελεύει τοὺς Θρᾶικας πέμπειν τὴμ πομπὴν εἰ-
[ς Π]ε[ι]ραιᾶ καὶ πρὸς τοὺς ἐν τῶι ἄστει ὀργεῶνας οἰκείως [δ]-
ιακείμενοι· v ἀγαθεῖ τύχει δεδόχθαι τοῖς ὀργεῶσιν v [τὴ]-
[ν μὲν] πονπὴ[ν ὡ]ς ἂν [ἕ]λωνται οἱ ἐν τῶι ἄστει συνκαθι[στάνα]-
15 ι τὴμ πομπὴν καὶ τήνδε <ο>ὖν ἐκ τοῦ πρυτανείου εἰς Πει[ραιᾶ]
πορεύεσσθαι ἐν τῶι αὐτῶι τοῖς ἐκ τοῦ Πειραιέως· τ[οὺς δὲ ἐ]-
ν τῶι Πειραιεῖ ἐπιμελητὰς ὑποδέχεσσθαι τούτου[ς παρέ]-
χοντας ἔν τε τῶι Νυμφαίωι σφ<ό>γγους καὶ λεκάνας κ[αὶ ὕδωρ]
καὶ στεφάνους καὶ ἐν τῶι ἱερῶι ἄριστον καθάπερ [καὶ ἑαυ]-
20 τοῖς παρασκευάζουσιν· ὅταν δὲ ὦσιν αἱ θυσίαι εὔ[χεσθαι]
τὸν ἱερέα καὶ τὴν ἱέρειαν πρὸς ταῖς εὐχαῖς ἃς εὔ[χονται]
καὶ τοῖς ὀργεῶσι τοῖς ἐν τῶι ἄστει κατὰ ταὐτά, ὅ[πως ἂν τού]-
τῶν γινομένων καὶ ὁμονοοῦντος παντὸς τοῦ ἔθ[νους αἵ τ]-
ε θυσίαι γίνωνται τοῖς θεοῖς καὶ τὰ ἄλλα ὅσα πρ[οσήκει]
25 κατά τε τὰ πάτρια τῶν Θραικῶν καὶ τοὺς τῆς πόλ[εως νόμου]-
ς καὶ ἔχει καλῶς καὶ εὐσεβῶς παντὶ τῶι ἔθν[ει τὰ πρὸς τοὺ]-
ς θεούς· εἶναι δ’ αὐτοῖς καὶ ἐὰν περὶ ἄλλο[υ τινὸς βούλωντ]-
αι προσιέναι πρὸς τοὺς ὀργεῶνας πρ[όσοδον ἀεὶ πρώτοις]
μετὰ τὰ ἱερὰ καὶ ἐάν τινε[ς βούλωνται τῶν ἐν τῶι ἄστει]
30 ὀργεώνων ἐπεισιέ[ναι εἰς τοὺς ὀργεῶνας ἐξεῖναι αὐτοῖ]-
ς εἰσιέναι κ[αὶ λαμβάνειν καὶ μὴ τελοῦντας τὴν φορὰν διὰ]
βίου τὸ μέρ[ος — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us