Decree of Gela recognizing the asylia of the Asklepieion. Four fragments of an opisthographic stele of white marble; no. 213 on the opposite face.
[ ]
Kos Isl. — Kos — Asklepieion — 242 BC — R. Herzog, G. Klaffenbach, Asylieurkunden (1952) 23, 13 — SEG 12.380 — K.J. Rigsby, Asylia (1996) 150, 49
See also:
[— — — — — — — δεδόχθαι ἐπ’ ἀγαθᾶι τύχαι καὶ ὁμο]- | |
[νοίαι καὶ σωτηρίαι τοῦ δάμου τῶγ Γελώιων καὶ τῶν] | |
[Κώιων· τὸ ἱερὸν ἄσυλον εἶμεν τοῦ Ἀσκλαπιοῦ, χ]ω̣ρά- | |
[ξαι δὲ τάν τε ἀσυλίαν καὶ τὰν θυσίαν καὶ το]ὺ̣ς ἀγῶ- | |
[νας εἰς τοὺς νόμους]. vacat | |
[βουλᾶς φερούσας ἔδοξε τᾶι ἁλίαι· ἐπει]δὴ οἱ Κῶι- | |
5 | [οι συνοικισταὶ ἐγένοντο τᾶς πόλιος ἁ]μῶν Γέλα[ς] |
[ὑπαρχόντων τε αὐτοῖς παρ’ ἁμεῖν τ]ῶμ μεγίστω[ν] | |
[καὶ ἀναγκαιοτάτων, συγγενείας] τε καὶ οἰκιστ[εί]- | |
[ας καὶ ἰσοπολειτείας, ἀποστεί]λαντες ἀρχιθ[έ]- | |
[ωρον Ἐπιδαύριον Νικάρχου, θ]εωρὸν Σωσίστρα- | |
10 | [τον Καφισίου ἐπαγγέλλοντι τ]ὰν θυσίαν, ἃν θύο[ν]- |
[τι τῶι Ἀσκλαπιῶι, καὶ τοὺς] ἀγῶνας, οὓς τίθεντι | |
[μουσικὸν καὶ γυμνικὸν κ]α̣τὰ πενταετηρίδα, καὶ | |
[ἀξιῶντι δεῖν αὐτῶν κοιν]ω̣νεῖν τὰν ἁμὰμ πόλιν | |
[ἐμφανίζοντες τὰν οἰ]κειότατα καὶ εὔνοιαν vac. | |
15 | [ταῖς πολίεσσι, καλ]ῶς δὲ ἔχον ἐστὶ τάν τε ἐ- |
[παγγελίαν παρ’ α]ὐτῶν δέχεσθαι καὶ φανερὸν | |
πο[ιῆσαι αὐτοῖς], διότι μνάμαν ἔχοντες διατε- | |
λοῦμ[ες τᾶς] ὑ[π]αρχούσας ποτ’ αὐτὸς συγγενείας | |
ἔν τε ταῖς πατρ[ί]οις θυσίαις, αἷς παρελάβομες | |
20 | παρ’ αὐτῶν, καὶ ἐν ταῖς παναγυρίεσσι κατακαλοῦν- |
τες αὐτοὺς καθὰ καὶ τοὺς ἄλλους οἰκιστάς, δε- | |
δόχθαι ἐπ’ ἀγαθᾶι τύχαι καὶ ὑγιείαι καὶ σωτηρίαι | |
καὶ ὁμονοίαι τοῦ δάμου τῶγ Γελώιων καὶ τῶν | |
Κώιων· δέξασθαι παρ’ αὐτῶν <τάν> τε θυσίαν, ἃμ ποιεῦν- | |
25 | ται τῶ[ι Ἀ]σκλ[α]πιῶι, καὶ τοὺς ἀγῶνας· vac. καλεῖν |
δὲ καὶ ἐπὶ ξ[ένια τοὺς θ]εωροὺς τούτους τε καὶ | |
τοὺς ἀεὶ παρ[αγινομέν]ους πάσσας τὰς ἁμέρας, | |
ἅς κα ἐπιδα[μέωντι· διδό]ντω δὲ αὐτοῖς καὶ οἱ πω- | |
λητῆρες εἴς [τε τὰν] θυσ[ίαν κα]ὶ τὰμ πομπὰν τῶι Ἀσ- | |
30 | κλαπιῶι, ὅσσο[ν κ]αὶ τοῖς [τὰ] Ὀλύμπια περιαγγελ- |
λόντεσσι, ἀρ[γυ]ρίου δοκίμου [δέ]κα μνᾶς· θυσάντω | |
δὲ καὶ οἱ θεωρο[ὶ] μετὰ τῶν ἱ̣ε̣ρο̣[— — — —]ν καὶ ἱερ[α]- | |
πόλων ἐπὶ τᾶς ἑστίας τᾶς κ[οινᾶς — — — — — — ἄρ]- | |
νας καὶ ἐν τῶι [Ἀσκ]λαπιείωι ἱε[ρεῖον τέλειον ὑπὲρ] | |
35 | τοῦ δάμου τῶ[γ Γελώιων καὶ τῶν Κώιων· οἱ δὲ πωλη]- |
τῆρες δ̣[όντω αὐτοῖς — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — — — —] |