Decree of Gela recognizing the asylia of the Asklepieion.  Four fragments of an opisthographic stele of white marble; no. 213 on the opposite face.
[ ] Kos Isl. — Kos — Asklepieion — 242 BC — R. Herzog, G. Klaffenbach, Asylieurkunden (1952) 23, 13 — SEG 12.380 — K.J. Rigsby, Asylia (1996) 150, 49
See also:
[— — — — — — — δεδόχθαι ἐπ’ ἀγαθᾶι τύχαι καὶ ὁμο]-
[νοίαι καὶ σωτηρίαι τοῦ δάμου τῶγ Γελώιων καὶ τῶν]
[Κώιων· τὸ ἱερὸν ἄσυλον εἶμεν τοῦ Ἀσκλαπιοῦ, χ]ω̣ρά-
[ξαι δὲ τάν τε ἀσυλίαν καὶ τὰν θυσίαν καὶ το]ὺ̣ς ἀγῶ-
[νας εἰς τοὺς νόμους].           vacat
[βουλᾶς φερούσας ἔδοξε τᾶι ἁλίαι· ἐπει]δὴ οἱ Κῶι-
5 [οι συνοικισταὶ ἐγένοντο τᾶς πόλιος ἁ]μῶν Γέλα[ς]
[ὑπαρχόντων τε αὐτοῖς παρ’ ἁμεῖν τ]ῶμ μεγίστω[ν]
[καὶ ἀναγκαιοτάτων, συγγενείας] τε καὶ οἰκιστ[εί]-
[ας καὶ ἰσοπολειτείας, ἀποστεί]λαντες ἀρχιθ[έ]-
[ωρον Ἐπιδαύριον Νικάρχου, θ]εωρὸν Σωσίστρα-
10 [τον Καφισίου ἐπαγγέλλοντι τ]ὰν θυσίαν, ἃν θύο[ν]-
[τι τῶι Ἀσκλαπιῶι, καὶ τοὺς] ἀγῶνας, οὓς τίθεντι
[μουσικὸν καὶ γυμνικὸν κ]α̣τὰ πενταετηρίδα, καὶ
[ἀξιῶντι δεῖν αὐτῶν κοιν]ω̣νεῖν τὰν ἁμὰμ πόλιν
[ἐμφανίζοντες τὰν οἰ]κειότατα καὶ εὔνοιαν vac.
15 [ταῖς πολίεσσι, καλ]ῶς δὲ ἔχον ἐστὶ τάν τε ἐ-
[παγγελίαν παρ’ α]ὐτῶν δέχεσθαι καὶ φανερὸν
ποῆσαι αὐτοῖς], διότι μνάμαν ἔχοντες διατε-
λοῦμ[ες τᾶς] [π]αρχούσας ποτ’ αὐτὸς συγγενείας
ἔν τε ταῖς πατρ[ί]οις θυσίαις, αἷς παρελάβομες
20 παρ’ αὐτῶν, καὶ ἐν ταῖς παναγυρίεσσι κατακαλοῦν-
τες αὐτοὺς καθὰ καὶ τοὺς ἄλλους οἰκιστάς, δε-
δόχθαι ἐπ’ ἀγαθᾶι τύχαι καὶ ὑγιείαι καὶ σωτηρίαι
καὶ ὁμονοίαι τοῦ δάμου τῶγ Γελώιων καὶ τῶν
Κώιων· δέξασθαι παρ’ αὐτῶν <τάν> τε θυσίαν, ἃμ ποιεῦν-
25 ται τῶ[ι Ἀ]σκλ[α]πιῶι, καὶ τοὺς ἀγῶνας· vac. καλεῖν
δὲ καὶ ἐπὶ ξ[ένια τοὺς θ]εωροὺς τούτους τε καὶ
τοὺς ἀεὶ παρ[αγινομέν]ους πάσσας τὰς ἁμέρας,
ἅς κα ἐπιδα[μέωντι· διδό]ντω δὲ αὐτοῖς καὶ οἱ πω-
λητῆρες εἴς [τε τὰν] θυσ[ίαν κα]ὶ τὰμ πομπὰν τῶι Ἀσ-
30 κλαπιῶι, σσο[ν κ]αὶ τοῖς [τὰ] Ὀλύμπια περιαγγελ-
λόντεσσι, ἀρ[γυ]ρίου δοκίμου [δέ]κα μνᾶς· θυσάντω
δὲ καὶ οἱ θεωρο[ὶ] μετὰ τῶν ἱ̣ε̣ρο̣[— — — —]ν καὶ ἱερ[α]-
πόλων ἐπὶ τᾶς στίας τᾶς κ[οινᾶς — — — — — — ἄρ]-
νας καὶ ἐν τῶι [Ἀσκ]λαπιείωι ἱε[ρεῖον τέλειον ὑπὲρ]
35 τοῦ δάμου τῶ[γ Γελώιων καὶ τῶν Κώιων· οἱ δὲ πωλη]-
τῆρες δ̣[όντω αὐτοῖς — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us