Decrees of four cities recognizing the asylia of the Asklepieion. Upper part of a gabled opisthographic stele of white marble, broken at the bottom.
[ ]
Kos Isl. — Kos — Asklepieion — 242 BC — R. Herzog, G. Klaffenbach, Asylieurkunden (1952) 18, 7; 20, 11 — SEG 12.374; 12.378 — K.J. Rigsby, Asylia (1996) 134, 23-24; 147, 46-47
face A.I.1 | Πελλαίων· |
ἐφ’ ἱερέως Ἀσκληπιοδώρου, Γορπιαίου· ἐπεὶ παραγενόμενος ἐκ Κῶ ἀρχιθέω- | |
ρος Ἀριστόλοχος Ζμένδρωνος καὶ θεωρὸς Μακαρεὺς Ἀράτου τήν τε οἰκειό- | |
τητα ἀνενεώσαντο τὴν ὑπάρχουσαν Κώιοις πρὸς Μακεδόνας καὶ τὴν εὔ- | |
5 | νοιαν ἀπελογίζοντο, ἣν ἔχουσα τυγχάνει ἡ πόλις ἡ Κώιων πρὸς τὸν βασιλέα |
Ἀντίγονον καὶ πρὸς Πελλαίους καὶ τὴν λοιπὴν χώραν τὴν Μακεδόνων, καὶ ἐ- | |
πηγγέλλοσαν τὰ Ἀσκληπίεια τὰ γεινόμενα παρ’ αὐτοῖς καὶ τοὺς ἀγῶνας | |
τοὺς ἐν τῆι πανηγύρει ἐσομένους καὶ τὴν ἐκεχειρίαν, ἠξίουσαν δὲ καὶ τὸ [ἱ]- | |
ερὸν τοῦ Ἀσκληπιοῦ τὸ ἐν Κῶι ἄσυλον εἶναι, ἔδοξε τῆι πόλει· τήν τε ἐπαγγ[ε]- | |
10 | λίαν τῶν Ἀσκληπιείων τὴν παρὰ Κώιων καὶ τὴν ἐκεχειρίαν προσδέξασθαι |
καὶ ἐπαινέσαι αὐτοὺς ἐπί τε ταῖς τιμαῖς, αἷς συντελοῦσι τοῖς θεοῖς, καὶ | |
ἐπὶ τῆι εὐνοίαι τῆι πρὸς τὸν βασιλέα Ἀντίγονον καὶ πρὸς Μακεδόνας· ὑπάρ- | |
χειν δὲ καὶ τὴν ἀσυλίαν τῶι ἱερῶι καθάπερ καὶ τοῖς ἄλλοις ἱεροῖς· δοῦναι δὲ κα[ὶ] | |
ξένια τοὺς ταμίας τοῖς θεωροῖς ἃ καὶ τοῖς τοὺς στεφανίτας ἀ[γῶνα]ς ἐπαγ- | |
15 | [γ]έλλ[ο]υσ[ι δ]ί[δοτ]αι, καὶ θεωροδόκον ἑλέσθαι Κώιων. ἡιρέθη Ἱππ[— c.10 —]Ịου. |
II.16 | [․․4-5․․]ίων· |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
face B.17 | ψαφίσματα, ἃ ἐκόμισαν θεωροὶ Ἐπιδαύριος Νικάρχου, Φιλόφρων Δαρδά<ν>ου· |
III.18 | Νεοπολιτᾶν ἔχον 〚ἔχον〛 ἐπίσαμον ζώιδιον ἀνδρεῖον· |
ἐπειδὴ παρὰ τῆς πόλεως τῆς Κώιων ἀρχιθέωρος παραγενόμενος Ἐπιδαύριος Νικάρ- | |
20 | χου καὶ θεωροὶ Φιλόφρων Δαρδάνου καὶ Σιμίας Τιμασιφῶντος ἀνανεοῦνταί τε τὴν ο[ἰ]- |
κειότητα καὶ τὴν εὔνοιαν, ἣν ἔχουσα ἡ πόλις ἡ Κώιων διατελεῖ πρὸς τὴν πόλιν τὴν Νε- | |
οπολιτῶν, καὶ ἐπαγγέλλουσι θυσίαν τῶι Ἀσκληπιῶι καὶ ἀγῶνα καὶ ἀξιοῦσιν τὸ ἱερὸν | |
τοῦ Ἀσκληπιοῦ ἄσυλον παραδέξασθαι, τύχηι ἀγαθῆι, ἔδοξε τοῖς ἄρχουσι καὶ τῆ[ι] | |
συνκλήτωι καὶ τῶι δήμωι· τήν τε οἰκειότητα καὶ τὴν εὔνοιαν τὴν τῆς πόλεως τῆς | |
25 | Κώιων ἀποδέ<ξ>ασθαι καὶ τὴν θυσίαν καὶ τὸν ἀγῶνα τοῦ Ἀσκληπιοῦ συναύξειν· |
ὑπάρχειν δὲ καὶ τὸ ἱερὸν ἄσυλον· δοῦναι δὲ καὶ εἰς θυσίαν τῶι Ἀσκληπιῶι μνᾶς τρεῖς· | |
καλέσαι δὲ τοὺς θεωροὺς ἐπὶ ξένια. vacat | |
IV.28 | Ἐλεατᾶν ἔχον ἐπίσαμον ζῶιον γυναικέον καθήμενον· |
ἔδοξε τοῖς ἄρχουσι καὶ τῶι δήμωι τῶι Ἐλεατῶν· ἐπειδὴ παρὰ τῆς πόλεως τῶν Κώιων | |
30 | ἀρχιθέωρος παραγενόμενος Ἐπιδαύριος Νικάρχου [καὶ θεωροὶ Φιλόφρων Δαρδάνου, Σιμί]- |
ας Τιμασιφῶντος ἐπαγγέλλουσι τῶι Ἀσκλη[πιῶι θυσίαν καὶ ἀγῶνα καὶ ἀξιοῦσιν τὸ ἱερὸν] | |
[τοῦ Ἀ]σκληπιοῦ ἄσυλον π[αραδέξασθαι — — — — — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |