IG XII,4 1:216
Decrees of four cities recognizing the asylia of the Asklepieion.  Two joining fragments of an opisthographic stele of white marble, broken at the top and bottom.
[ ] Kos Isl. — Kos — Asklepieion — 242 BC — R. Herzog, G. Klaffenbach, Asylieurkunden (1952) 13, 5 — SEG 12.372 — K.J. Rigsby, Asylia (1996) 130, 19-22 (a); SEG 53.850 (ab)
face A [— — — — — — — — — — — ? — — — — — — — — — — —]
I       [            Γοννέων           ]·
ἔδοξεν [— — — — — — — — — — —· παραγενομένων παρὰ]
      τῆς πόλεω[ς τῆς Κώιων ἀρχιθεώρου μὲν Ἀριστολόχου]
      Ζμένδρωνος κ[αὶ θεωροῦ Μακαρέως Ἀράτου] ἐ̣μφαν[ι]-
      ζόντων τήν τε [φιλίαν καὶ τὴν συγγέν]ειαν τὴν ὑπάρ-
5       χουσαν ταῖς πόλεσ[ιν ἐξ ἀρχῆς αὐταῖς] πρὸς αὐτὰς καὶ
      τῶι ἄλλωι ἔθνει τ[ῶι Περραιβῶ]ν καὶ τό τε ἱερὸν οἰομέ-
      νων δεῖν ἄσυλον ἀ[ποδέξ]ασθαι καὶ τὴν θυσίαν καὶ
      τὴν πανήγυριν καὶ τ̣ὸν ἀγῶνα, ὣς συντελοῦσιν τῶι
      Ἀσκληπιῶι, δέξασ[θ]αι, v δεδόχθαι τῆι πόλει τῆι Γοννέ-
10       ων· τήν τε φιλίαν καὶ συμμαχίαν ὑπάρχειν πᾶσι Περραιβοῖς
      πρὸς τὴν Κώιων πόλιν καθάπερ καὶ ἐξ ἀρχῆς ὑπῆρχεν,
      καὶ τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ τὸ ἐν Κῶι ἄσυλον εἶναι
      καθάπερ ἠξίουν διά τε τὴν πρὸς τὸν θεὸν εὐσέβειαν
      καὶ τὴν συγγένειαν τὴν πρὸς Κώιους, καὶ τοὺς ταμί-
15       ας δοῦνα̣ι καθάπερ καὶ τοῖς λοιποῖς τοῖς τοὺς ἀγῶνας
      τοὺς στ[ε]φανίτας ἐπαγγέλλουσιν τὸ διάταγμα τὸ
      ἐκ τοῦ νόμου ξένιον δραχμὰς εἴκοσι.
II.18                     Ὁμολιέων·
ἀγαθῆι τύχηι· ἐφ’ ἱερέως τοῦ Ἀσκληπιοῦ Φιλοξένου, ἐπιστα-
20       τοῦντος δὲ Ἀνδρονίκου τοῦ Ἀντιφίλου· παραγενομένων πα-
      ρὰ τῆς πόλεως τῆς Κώ[ι]ων ἀρχιθεώρου μὲν Ἀριστολόχου
      Ζμένδρωνος καὶ θε[ωροῦ] Μακα{κα}ρέως {²⁶Μακαρέως}²⁶ Ἀράτου καὶ ἐμφανιζόν-
      [των τήν] τ̣ε φιλίαν κ[αὶ τὴν] συγγένειαν τὴν ὑπάρχουσαν ταῖς
      πόλεσιν ἐξ ἀρχῆς αὐ[ταῖς] πρὸς αὐτὰς καὶ τῶι ἄλλωι ἔθνει τῶ[ι]
25       [Μαγνητῶν καὶ τό τε ἱ]ερὸν οἰομένων δὲν ἄσυλον ἀποδέ-
      [ξασθαι καὶ τὴν θυσίαν καὶ τὸν ἀ]γ̣[ῶ]ν̣α̣ καὶ τὴν πανήγ[υριν]
      [— — — — — — — — — — — — — — — — — — — — — — — —]
face B [— — — — — — — — — — — ? — — — — — — — — — — — —]
III        [                Θηβαίων τῶν Ἀχαιῶν·                ]
[— — — — — — — — — — — — — — — — —· παραγενομένων]
      [παρὰ τῆς πόλεως τῆς Κώιων θεωρῶν Ἀριστολ]όχου Ζμ[έν]-
      [δρωνος, Μακαρέως Ἀράτου, Ἡρακλείτου] Τιμαίθου ἐπαγ-
      γε̣[λλόντων τὴν θυσίαν τῶι Ἀσκληπιῶι κ]αὶ τοὺς ἀγῶνας καὶ
      τὴν παν[ήγυριν καὶ ἀξιούντων δέχεσθαι] καὶ τὴν ἀσυλίαν τοῦ ἱε-
5       ροῦ, ἀγαθῆι [τύχηι, δεδόχθαι τῆι] πόλει Θηβαίων τῶν Ἀ-
      χαιῶν· ἐπαινέ[σαι μὲν τὴν πόλ]ιν τὴν Κώιων καὶ δέξασ-
      θαι καθάπερ ἐπαγγέλλ̣[ουσιν]· περὶ δὲ τῶν θεωρῶν τῶν
      ἀποσταλησομένων εἰς τὴ[ν] θυσίαν τοὺς συνθύσον-
      τας ἀνενενκεῖν τοὺς ἄρχ[ο]ντας εἰς τὴν ἔννομον
10       [ἐκ]λ[η]σίαν περὶ τούτων· δοῦναι δὲ αὐτοῖς τὸ θεωρικὸν
      [τ]ὸ ἐκ τοῦ νόμου· καλέσαι δὲ καὶ ἐπὶ ξένια τοὺς θεωροὺς
      εἰς τὸ ἀρχεῖον.
IV.13                Μεγαρέ̣ων·
[πὰρ στρ]αταγῶν· ἐπειδὴ παραγεγ[έ]νηνται παρὰ τᾶς πόλιος τῶν̣
15      Κώιων ἀρχιθέωρος Ἀριστόλοχ[ο]ς καὶ θεωροὶ Ἡράκλειτος, Μ̣α-
     καρεύς, ἐπαγγέλλοντες τὰ Ἀσκλαπίεια θυσίαν τε καὶ
     μουσικὸν ἀγῶνα καὶ γυμνικὸν καὶ ἐκεχειρίαν καὶ τὸ ἱερὸν ἄ-
     συλον εἶμεν, ἐμφανίζοντι δὲ [κ]αὶ τὰ̣ν φιλίαν καὶ εὔνοιαν, ἃν ἔχου-
     σα διατελεῖ ἁ πόλις ἁ τῶν Κ[ώ]ιων ποτὶ τὸν δᾶμον τὸν Με-
20      γαρέων διὰ τὰν προϋπάρχουσ[αν] ο̣ἰ̣κειότατα, ἀγαθᾶι τύχαι,
     δεδόχθαι τῶι δάμωι· δέχεσθ[αι τὰ]ν θυσίαν καὶ τὰν ἐκεχιρ[ί]-
     αν καὶ τὸ ἱερὸν ἄσυλον εἶμεν κα̣[θὰ ἐπα]γ̣γέλλοντι π[α]ρὰ τῶ[ν]
     Κώιων· ἀποστέλλεν δὲ καὶ θε[ωρὸν εἰς τὰν πανάγυριν καὶ τὰν θυ]-
     σίαν καὶ τὸν ἀγῶνα τοῦ Ἀσκλαπι[οῦ — — — — — — — — — — —]
25      Ἀριστοκλῆ· εἰς τὰ ἐ[κ]έχειρα το[— — — — — — — — — — — — —]
     [— — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us