Decrees of five Peloponnesian cities recognizing the asylia of the Asklepieion. Gabled stele of white marble, in two joining pieces.
[ ]
Kos Isl. — Kos — Asklepieion — 242 BC — R. Herzog, G. Klaffenbach, Asylieurkunden (1952) 11, 4 — SEG 12.371 — K.J. Rigsby, Asylia (1996) 126, 14-18
I.1 | Λακεδαιμονίων· |
Λακεδαιμονίων δόγμα, ἐφόρω Εὐξένω· δεξώμεσα τὰν ἐκεχη- | |
ρίαν τὰν τῶ Αἰγλαπιῶ ἀή, τὰν τοὶ Κῶιοι ἐφενέποντι Ἀριστόλοχος | |
ἀρχιθέαρος καὶ Ἡράκλειτος καὶ Μακαρεύς· δῶμες τοῖς Κώι- | |
5 | οις ἃ αἰτίοντι, ἄσυλον τὸ ἱερὸν τὸ τοῦ Ἀγλαπιῶ τῶ ἐν Κωιο̣ῖ. |
II.6 | Μεσσανίων· |
ἐπειδὴ Κῶιοι φίλοι ἐόντες καὶ συγγενεῖς τῶν Μεσσανίων ἀποσ- | |
τείλαντες ἀρχιθέωρον Ἀριστόλοχον καὶ θεωρὼς Ἡράκλειτον | |
καὶ Μακαρέα ἐπαγγέλλοντι τάν τε θυσίαν καὶ τοὺς ἀγῶνας, | |
10 | οὓς συντελοῦντι τῶι Ἀσκλαπιῶι, καὶ ἐμάνυον τὰν {τὰν} εὔνοια[ν] |
τὰν ὑπάρχωσαν αὐτοῖς ποτὶ τὰν πόλιν τῶν Μεσσανίων καὶ | |
{καὶ} παρεκάλων, ὅπως τὸ ἱερὸν τῶ Ἀσκλαπιῶ τῶ ἐγ Κῶι ἄσυ- | |
λον ὑπάρχηι τὰ ἀπὸ Μεσσανίων καὶ τῶν ἐμ Μεσσάναι κατο<ι>κε[ύν]- | |
των, δεδόχθαι τοῖς Μεσσανίοις· τὸ ἱερὸν τοῦ Ἀσκλαπιοῦ ἄσ[υ]- | |
15 | λον ἦμεν τὰ ἀπὸ Μεσσανίων καὶ τῶν ἐμ Μεσσάναι κατοικεύ[ν]- |
των· διδόμεν δὲ τοῖς θεωροῖς δεκαπέντε δραχμὰς ἑκάστω[ι] | |
τᾶς ἁμέρας καὶ ἐφέστιον οἶν καὶ ἐνεκέχειρον μνᾶν. θεωροδόκο[ι] | |
δὲ Δαμόνικος Μαντικράτεος καὶ ․․․Λ̣[․]ος Φιλοκλεῦς | |
ἐπαγγείλαντο τᾶς Κώιων πόλεως ἐσσεῖσθαι. | |
III.20 | Θελφ̣ουσίων· |
ἐπειδὴ παραγενόμενο<ι> πὰ<ρ> τᾶι πόλι τῶν Κώι{ι}ων {²⁶Κώιων}²⁶ πὸς τὰν πόλιν τῶ[ν] | |
Θελφουσίων Ἀριστόλοχος Ζμένδρωνος [ἀ]ρχ[ιθ]έαρο[ς κ]αὶ θ[εα]- | |
ρὼ {ς} Μακαρεὺς Ἀράτου, Ἡράκλειτος Τιμαίθου παρεκάλεα[ν] | |
τᾶς τε θυσίας κοινανῆν, τὰν θύοντι [οἱ Κῶι]οι τοῖ Ἀσκλαπιοῖ, | |
25 | καὶ τοῦ ἀγῶνος καὶ τᾶς ἐκεχηρίας τό τ[ε] ἱερὸν ἄσυλον ἦναι |
τὸ ἰν Κωιοῖ τῶ Ἀσκλαπιῶ, ἔδοξε τᾶι πόλι τῶ[ν] Θελφουσίων· τᾶς | |
τε θυσίας κοινανῆν καὶ τῶ ἀγῶνος καὶ τᾶς ἐκεχηρίας, καθάπε[ρ] | |
ἀπαγγέλλονσι οἱ Κῶιοι· τὸ δὲ ἱερὸν τ[ῶ] Ἀσκλαπιῶ ἄσυλον ἦν[αι]· | |
δῶναι δὲ καὶ ξένια τοῖς θεαροῖς τὰ ἐς τοῖ νόμοι καὶ θεαροδό- | |
30 | κον χηροτονῆσαι τᾶς πόλιος τῶ ἑσ̣[τ]ι̣[ά]σαι τὸς θεαρός. τύ- |
χαι τἀγαθαῖ ἐχηροτονήθη Φίλων [․․]#⁷ου. | |
IV.32 | Ἀλείων· |
ἐπεὶ τοὶ Κῶιοι ἀποστείλαντες ποτὶ τὰν πόλιν ἀρχιθέαρον | |
Ἀριστόλοχον καὶ θεαρὸ[ρ] Ἡράκλειτον καὶ Μακαρέα ἐπαγγέλ- | |
35 | λοντι τὰν θυσίαν τοῖ Ἀσκ̣λ̣απιοῖ καὶ αἰ[τ]έοντι δῆν τὸ ἱερὸν |
ἄσυλον ἦμεν, ἔδοξε τᾶι πόλει· τάν τε ἐκε[χ]ηρίαν δέχεσθα[ι] | |
καὶ τὸ ἱερὸν τῶ Ἀσκλαπιῶ τὸ ἐν Κῶι ἄσυλο[ν] ἦμεν ἀπό τε Ϝαλ[εί]- | |
ων καὶ τῶν Ϝάλει κατοικεόντ[ω]ν ․․․․․ΔΕ̣Κ[․․]ΙΛΛ[․․]ΑΣ̣ΜΑ πο- | |
τιτα̣κ̣τέοντερ τὰμ π̣[όλ]ιν Λ[․]Ι[․․]Ν̣[․]Α․․․Ιαν καὶ ξένϝι̣α τὸρ θεα- | |
40 | ροῖρ ἀμέ[ρ]αρ δέκα ϝεκάστοιρ τᾶρ ἀμέραρ δραχμάν. |
V.41 | Α[ἰ]γειρατᾶν· |
πα[ρ]αγενο[μ]ένων παρὰ [τ]ᾶς [π]όλιος τᾶς Κώιων ἀρχιθεώρου | |
Ἀ[ρ]ιστ[ολόχου] καὶ θεαρῶν Μακαρέως καὶ Ἡρακλείτου καὶ ἀξι- | |
[ού]ντων τάν τε ἐκεχ̣ειρίαν δέχεσθαι καὶ τὰν ἀσυλίαν τοῦ ἱαροῦ | |
45 | τοῦ Α[ἰσκλαπιοῦ] τοῦ πα[ρ’] αὐτοῖς, ἔδοξε τᾶι πόλει τῶν Αἰγειρα- |
τᾶν· δέ[χεσθαί τε τὰν] ἐκε[χ]ειρίαν καὶ τὸ ἱερὸν ἄσυλον εἶμεν vac.? | |
κ̣[α]θώς [τε ἀξιοῦντι] Κ̣ῶ[ι]οι κ̣αὶ ν[ό]μ̣ι̣μ̣ά ἐστι τᾶι τε πόλει καὶ τοῖς Ἀ̣- | |
χαιοῖς ἄσ̣[υ]λα εἶμεν τὰ ἱερά· δόμεν δὲ καὶ ἐφέστιον κα[ὶ] σιτηρέσι- | |
ον τοῖς θεαροῖς δέκα δραχμὰς καὶ ἐπιβολὰν τῶι θεῶι δέκα vac. | |
50 | δραχμάς. ἐπαγγε[ίλ]αντο δὲ κα[ὶ] θεαροδόκοι ἐσσεῖσθαι τᾶς |
πόλιος τῶν Κώιων Κλέων Θήρωνος, Ἄγορις Ἀριστε[ί]δα. | |
vacat 0,12 |