Decrees of five Peloponnesian cities recognizing the asylia of the Asklepieion.  Gabled stele of white marble, in two joining pieces.
[ ] Kos Isl. — Kos — Asklepieion — 242 BC — R. Herzog, G. Klaffenbach, Asylieurkunden (1952) 11, 4 — SEG 12.371 — K.J. Rigsby, Asylia (1996) 126, 14-18
I.1               Λακεδαιμονίων·
Λακεδαιμονίων δόγμα, ἐφόρω Εὐξένω· δεξώμεσα τὰν ἐκεχη-
    ρίαν τὰν τῶ Αἰγλαπιῶ ἀή, τὰν τοὶ Κῶιοι ἐφενέποντι Ἀριστόλοχος
    ἀρχιθέαρος καὶ Ἡράκλειτος καὶ Μακαρεύς· δῶμες τοῖς Κώι-
5     οις ἃ αἰτίοντι, ἄσυλον τὸ ἱερὸν τὸ τοῦ Ἀγλαπιῶ τῶ ἐν Κωιο̣ῖ.
II.6           Μεσσανίων·
ἐπειδὴ Κῶιοι φίλοι ἐόντες καὶ συγγενεῖς τῶν Μεσσανίων ἀποσ-
    τείλαντες ἀρχιθέωρον Ἀριστόλοχον καὶ θεωρὼς Ἡράκλειτον
    καὶ Μακαρέα ἐπαγγέλλοντι τάν τε θυσίαν καὶ τοὺς ἀγῶνας,
10     οὓς συντελοῦντι τῶι Ἀσκλαπιῶι, καὶ ἐμάνυον τὰν {τὰν} εὔνοια[ν]
    τὰν ὑπάρχωσαν αὐτοῖς ποτὶ τὰν πόλιν τῶν Μεσσανίων καὶ
    {καὶ} παρεκάλων, ὅπως τὸ ἱερὸν τῶ Ἀσκλαπιῶ τῶ ἐγ Κῶι ἄσυ-
    λον ὑπάρχηι τὰ ἀπὸ Μεσσανίων καὶ τῶν ἐμ Μεσσάναι κατο<ι>κε[ύν]-
    των, δεδόχθαι τοῖς Μεσσανίοις· τὸ ἱερὸν τοῦ Ἀσκλαπιοῦ ἄσ[υ]-
15     λον ἦμεν τὰ ἀπὸ Μεσσανίων καὶ τῶν ἐμ Μεσσάναι κατοικεύ[ν]-
    των· διδόμεν δὲ τοῖς θεωροῖς δεκαπέντε δραχμὰς ἑκάστω[ι]
    τᾶς ἁμέρας καὶ ἐφέστιον οἶν καὶ ἐνεκέχειρον μνᾶν. θεωροδόκο[ι]
    δὲ Δαμόνικος Μαντικράτεος καὶ ․․․Λ̣[․]ος Φιλοκλεῦς
    ἐπαγγείλαντο τᾶς Κώιων πόλεως ἐσσεῖσθαι.
III.20           Θελφ̣ουσίων·
ἐπειδὴ παραγενόμενο<ι> πὰ<ρ> τᾶι πόλι τῶν Κώι{ι}ων {²⁶Κώιων}²⁶ πὸς τὰν πόλιν τῶ[ν]
    Θελφουσίων Ἀριστόλοχος Ζμένδρωνος [ἀ]ρχ[ιθ]έαρο[ς κ]αὶ θ[εα]-
    ρὼ {ς} Μακαρεὺς Ἀράτου, Ἡράκλειτος Τιμαίθου παρεκάλεα[ν]
    τᾶς τε θυσίας κοινανῆν, τὰν θύοντι [οἱ Κῶι]οι τοῖ Ἀσκλαπιοῖ,
25     καὶ τοῦ ἀγῶνος καὶ τᾶς ἐκεχηρίας τό τ[ε] ἱερὸν ἄσυλον ἦναι
    τὸ ἰν Κωιοῖ τῶ Ἀσκλαπιῶ, ἔδοξε τᾶι πόλι τῶ[ν] Θελφουσίων· τᾶς
    τε θυσίας κοινανῆν καὶ τῶ ἀγῶνος καὶ τᾶς ἐκεχηρίας, καθάπε[ρ]
    ἀπαγγέλλονσι οἱ Κῶιοι· τὸ δὲ ἱερὸν τ[ῶ] Ἀσκλαπιῶ ἄσυλον ἦν[αι]·
    δῶναι δὲ καὶ ξένια τοῖς θεαροῖς τὰ ἐς τοῖ νόμοι καὶ θεαροδό-
30     κον χηροτονῆσαι τᾶς πόλιος τῶ ἑσ̣[τ]ι̣[ά]σαι τὸς θεαρός. τύ-
    χαι τἀγαθαῖ ἐχηροτονήθη Φίλων [․․]#⁷ου.
IV.32               Ἀλείων·
ἐπεὶ τοὶ Κῶιοι ἀποστείλαντες ποτὶ τὰν πόλιν ἀρχιθέαρον
    Ἀριστόλοχον καὶ θεαρὸ[ρ] Ἡράκλειτον καὶ Μακαρέα ἐπαγγέλ-
35     λοντι τὰν θυσίαν τοῖ Ἀσκ̣λ̣απιοῖ καὶ αἰ[τ]έοντι δῆν τὸ ἱερὸν
    ἄσυλον ἦμεν, ἔδοξε τᾶι πόλει· τάν τε ἐκε[χ]ηρίαν δέχεσθα[ι]
    καὶ τὸ ἱερὸν τῶ Ἀσκλαπιῶ τὸ ἐν Κῶι ἄσυλο[ν] ἦμεν ἀπό τε Ϝαλ[εί]-
    ων καὶ τῶν Ϝάλει κατοικεόντ[ω]ν ․․․․․ΔΕ̣Κ[․․]ΙΛΛ[․․]ΑΣ̣ΜΑ πο-
    τιτα̣κ̣τέοντερ τὰμ π̣[όλ]ιν Λ[․]Ι[․․]Ν̣[․]Α․․․Ιαν καὶ ξένϝι̣α τὸρ θεα-
40     ροῖρ ἀμέ[ρ]αρ δέκα ϝεκάστοιρ τᾶρ ἀμέραρ δραχμάν.
V.41        Α[ἰ]γειρατᾶν·
πα[ρ]αγενο[μ]ένων παρὰ [τ]ᾶς [π]όλιος τᾶς Κώιων ἀρχιθεώρου
    Ἀ[ρ]ιστ[ολόχου] καὶ θεαρῶν Μακαρέως καὶ Ἡρακλείτου καὶ ἀξι-
    [ού]ντων τάν τε ἐκεχ̣ειρίαν δέχεσθαι καὶ τὰν ἀσυλίαν τοῦ ἱαροῦ
45     τοῦ Α[ἰσκλαπιοῦ] τοῦ πα[ρ’] αὐτοῖς, ἔδοξε τᾶι πόλει τῶν Αἰγειρα-
    τᾶν· δέ[χεσθαί τε τὰν] ἐκε[χ]ειρίαν καὶ τὸ ἱερὸν ἄσυλον εἶμεν vac.?
    κ̣[α]θώς [τε ἀξιοῦντι] Κ̣ῶ[ι]οι κ̣αὶ ν[ό]μ̣ι̣μ̣ά ἐστι τᾶι τε πόλει καὶ τοῖς Ἀ̣-
    χαιοῖς ἄσ̣[υ]λα εἶμεν τὰ ἱερά· δόμεν δὲ καὶ ἐφέστιον κα[ὶ] σιτηρέσι-
    ον τοῖς θεαροῖς δέκα δραχμὰς καὶ ἐπιβολὰν τῶι θεῶι δέκα vac.
50     δραχμάς. ἐπαγγε[ίλ]αντο δὲ κα[ὶ] θεαροδόκοι ἐσσεῖσθαι τᾶς
    πόλιος τῶν Κώιων Κλέων Θήρωνος, Ἄγορις Ἀριστε[ί]δα.
                                            vacat 0,12
Search Help