Letter of Seleukos II (?) recognizing the asylia of the Asklepieion.  Triangular stele of bluish marble, in two joining fragments; four inscriptions on three faces (nos. 208-211).
[ ] Kos Isl. — Kos — Asklepieion — 242 BC — Hermes 65 (1930) 463, II, A (a) — K.J. Rigsby, Asylia (1996) 114, 9 (a)
See also:
face B [— — — — — — — — — —]
[τὰ ν]ομ̣ι̣ζό[μενα συ]νε̣τ̣έ̣-
λεσαν καὶ τὰ πε̣[ρὶ] τὰς θυ-
σίας καὶ τὸν ἀγῶ[ν]α ἐξέ-
θηκαν· ἀπὸ δὲ τούτων γε-
5 νόμενοι ἀπήντων ἡμῖν
καὶ διὰ πλεόνων ὑπ[ρ] τε
τοῦ ἱεροῦ καὶ τῆς πόλεω̣ς
διελθόντες ἠξίουν ἀσυ̣-
λίαν τοῖς ἐπὶ τὰ Ἀσκληπί-
10 εια παραγινομένοις 〚 rasura
καὶ αὐτῶι τῶι ἱερῶι παρ’ ἡμῶν
ὑπάρξαι· ἡμεῖς δὲ τόν τε
δῆμον ἐπῃνοῦμεν διὰ
τὴν πρὸς τοὺς θεοὺς εὐ-
15 σέβειαν καὶ ἐπὶ τῶι τὰ πρὸς
ἡμᾶς φανερὰ ποεῖν καὶ Διό-
γειτον ἀπεδεξάμεθα
διὰ τὸ ὑπὲρ τῆς πατρί-
δος ὁρᾶν πᾶν τὸ βέλ<⁶¹τι>⁶¹σ-
20 τον καὶ λέγοντα καὶ πράτ-
τοντα· παραδεχόμεθα
δὲ καὶ τὴν ἀσυλίαν καθό-
τι ὁ δῆμος ἠξίωσεν καὶ εἰς
τὸ λοιπὸν δὲ πειρασόμεθα
25 τῶν καθ’ ἡμᾶς ὄντων ἐν ἡ-
συχίαι μὴ ἀχαριστεῖν ἡμῖν
ἐν τοῖς ἀξιουμένοις.
             ἔρρωσθε.
             vacat 0,70
Search Help
Contact Us