Honorific decree of an unknown city for a judge and a secretary from Kos.  Marble stele, broken at the top; now missing.
[ ] Kos Isl. — Kos — ca. 150-100 BC — R. Herzog, KFF (1899) 125, 190 — Chiron 29 (1999) 303, 11 — SEG 49.1119
See also:
[— — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — τὸν γ]ρ̣α̣μ̣ματέα Διοφάνου
[— — — — — — τὴν ἐπιδ]ημίαν πεποιημένον εὐτάκτως
[πᾶσ]α̣ν χρεί[α]ν παρασχόμενον ὃν τρόπον ἐπέβαλλεν·
[τῆ]ς̣ δὲ ἀναγορεύσεως τῶν στεφάνων ἐπιμεληθῆ-
5 [να]ι τοὺς ἐν ἐκείνωι τῶι ἔτει στρατηγοὺς καὶ τὸν
[ἀ]γωνοθέτην· ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα τοῦτο
[ε]ἰς στήλην λίθου λευκοῦ καὶ ἐνχαράξαι τοὺς
στεφάνους καὶ ἀναθεῖναι ἐν τῶι ἐπιφανεστάτωι
τόπωι πρὸ τοῦ δικαστηρίου· ἵνα δὲ καὶ Κῶιοι εἰδή-
10 σωσιν ἣν ἔχει ὁ δῆμος προαίρεσιν, δεδόχθαι ἀ-
ποδεῖξαι πρεσβευτὰς δύο, οἵτινες ἀφι-
κόμενοι εἰς Κῶ τό τε ψήφισμα ἀποδῶ-
σιν καὶ ἐπελθόντες ἐπὶ τὴν βουλὴν καὶ
κλησίαν καὶ ἀσπασάμενοι παρὰ τοῦ π-
15 λήθους εὐχαριστήσουσιν Κώιοις ἐπὶ
τῇ ἀποστολῇ τῇ τοῦ δικαστοῦ καὶ παρακαλέ-
σουσιν αὐτοὺς φίλους ὑπάρχον{τα}τας {²⁶ὑπάρχοντας}²⁶ δια-
τηρεῖν τὴν πρὸς τὴν πόλιν ἡμῶν εὔνοια-
ν, {αν} ἀναγράψαντας δὲ καὶ εἰς στήλην λίθου
20 λευκοῦ τόδε τὸ ψήφισμα καὶ ἀναθεῖναι ἐν τῶι
ἐπιφανεστάτωι τόπωι τῆς πόλεως· v εἱρέ-
θησαν πρεισβευταὶ {²⁶πρεσβευταὶ}²⁶ Σωκράτης Πολεμοκρά-
του, Δίφιλος Διφίλου. ἀνηνέχθη Ἀλσείου τρια-
κάδι ὑ<π>ὸ τῶν πρεσβευτᾶν ἔχον ἐπίσαμον
25                     ζῴδιον γυναικεῖον.
                             vacat
Search Help
Contact Us